< Προς Κορινθιους Β΄ 10 >

1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳΰτητος καὶ ἐπιεικείας τοῦ χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς·
اما من خود، پولس، که چون در میان شما حاضر بودم، فروتن بودم، لیکن وقتی که غایب هستم، با شما جسارت می‌کنم، ازشما به حلم و رافت مسیح استدعا دارم۱
2 δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
والتماس می‌کنم که چون حاضر شوم، جسارت نکنم بدان اعتمادی که گمان می‌برم که جرات خواهم کرد با آنانی که می‌پندارند که ما به طریق جسم رفتار می‌کنیم.۲
3 ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα,
زیرا هرچند در جسم رفتار می‌کنیم، ولی به قانون جسمی جنگ نمی نماییم.۳
4 (τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων), λογισμοὺς καθαιροῦντες
زیرا اسلحه جنگ ما جسمانی نیست بلکه نزد خدا قادر است برای انهدام قلعه‌ها،۴
5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ χριστοῦ,
که خیالات و هر بلندی را که خود را به خلاف معرفت خدا می‌افرازد، به زیر می‌افکنیم وهر فکری را به اطاعت مسیح اسیر می‌سازیم.۵
6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
ومستعد هستیم که از هر معصیت انتقام جوییم وقتی که اطاعت شما کامل شود.۶
7 Τὰ κατὰ πρόσωπον βλέπετε; εἴ τις πέποιθεν ἑαυτῷ χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ᾽ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς χριστοῦ, οὕτως καὶ ἡμεῖς.
آیا به صورت ظاهری نظر می‌کنید؟ اگر کسی بر خود اعتماد دارد که از آن مسیح است، این را نیز از خود بداند که چنانکه او از آن مسیح است، ما نیز همچنان از آن مسیح هستیم.۷
8 ἐὰν γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι·
زیراهرچند زیاده هم فخر بکنم درباره اقتدار خود که خداوند آن را برای بنا نه برای خرابی شما به ماداده است، خجل نخواهم شد،۸
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν.
که مبادا معلوم شود که شما را به رساله‌ها می‌ترسانم.۹
10 ὅτι Αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
زیرامی گویند: «رساله های او گران و زورآور است، لیکن حضور جسمی او ضعیف و سخنش حقیر.»۱۰
11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
چنین شخص بداند که چنانکه در کلام به رساله‌ها در غیاب هستیم، همچنین نیز در فعل درحضور خواهیم بود.۱۱
12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιᾶσιν.
زیرا جرات نداریم که خود را از کسانی که خویشتن را مدح می‌کنند بشماریم، یا خود را باایشان مقابله نماییم؛ بلکه ایشان چون خود را باخود می‌پیمایند و خود را به خود مقابله می‌نمایند، دانا نیستند.۱۲
13 ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
اما ما زیاده از اندازه فخر نمی کنیم، بلکه بحسب اندازه آن قانونی که خدا برای ما پیمود، و آن اندازه‌ای است که به شمانیز می‌رسد.۱۳
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ·
زیرا از حد خود تجاوز نمی کنیم که گویا به شما نرسیده باشیم، چونکه در انجیل مسیح به شما هم رسیده‌ایم.۱۴
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
و از اندازه خودنگذشته در محنتهای دیگران فخر نمی نماییم، ولی امید داریم که چون ایمان شما افزون شود، در میان شما بحسب قانون خود بغایت افزوده خواهیم شد.۱۵
16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
تا اینکه در مکانهای دورتر ازشما هم بشارت دهیم و در امور مهیا شده به قانون دیگران فخر نکنیم.۱۶
17 Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω·
اما هرکه فخر نماید، به خداوند فخر بنماید.۱۷
18 οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν.
زیرا نه آنکه خود را مدح کند مقبول افتد بلکه آن را که خداوند مدح نماید.۱۸

< Προς Κορινθιους Β΄ 10 >