< Προς Θεσσαλονικεις Α΄ 2 >

1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν·
زیرا‌ای برادران، خود می‌دانید که ورود مادر میان شما باطل نبود.۱
2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.
بلکه هرچند قبل از آن در فیلپی زحمت کشیده و بی‌احترامی دیده بودیم، چنانکه اطلاع دارید، لیکن در خدای خوددلیری کردیم تا انجیل خدا را با جد و جهد شدیدبه شما اعلام نماییم.۲
3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ·
زیرا که نصیحت ما ازگمراهی و خباثت و ریا نیست،۳
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
بلکه چنانکه مقبول خدا گشتیم که وکلای انجیل بشویم، همچنین سخن می‌گوییم و طالب رضامندی مردم نیستیم، بلکه رضامندی خدایی که دلهای ما رامی آزماید.۴
5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς·
زیرا هرگز سخن تملق‌آمیز نگفتیم، چنانکه می‌دانید، و نه بهانه طمع کردیم، خداشاهد است؛۵
6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν οὔτε ἀπ᾽ ἄλλων,
و نه بزرگی از خلق جستیم، نه ازشما و نه از دیگران، هرچند چون رسولان مسیح بودیم، می‌توانستیم سنگین باشیم.۶
7 δυνάμενοι ἐν βάρει εἶναι, ὡς χριστοῦ ἀπόστολοι· ἀλλὰ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,
بلکه در میان شما به ملایمت بسر می‌بردیم، مثل دایه‌ای که اطفال خود را می‌پرورد.۷
8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
بدین طرز شایق شماشده، راضی می‌بودیم که نه همان انجیل خدا را به شما دهیم، بلکه جانهای خود را نیز از بس که عزیز ما بودید.۸
9 μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
زانرو که‌ای برادران محنت ومشقت ما را یاد می‌دارید زیرا که شبانه‌روز درکار مشغول شده، به انجیل خدا شما راموعظه می‌کردیم که مبادا بر کسی از شما بارنهیم.۹
10 ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
شما شاهد هستید و خدا نیز که به چه نوع باقدوسیت و عدالت و بی‌عیبی نزد شما که ایماندارهستید رفتار نمودیم.۱۰
11 καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
چنانکه می‌دانید که هریکی از شما را چون پدر، فرزندان خود رانصیحت و دلداری می‌نمودیم،۱۱
12 παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
و وصیت می‌کردیم که رفتار بکنید بطور شایسته خدایی که شما را به ملکوت و جلال خود می‌خواند.۱۲
13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
و ازاینجهت ما نیز دائم خدا را شکر می‌کنیم که چون کلام خدا را که از ما شنیده بودید یافتید، آن راکلام انسانی نپذیرفتید، بلکه چنانکه فی الحقیقه است، کلام خدا که در شما که ایماندار هستیدعمل می‌کند.۱۳
14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
زیرا که‌ای برادران، شما اقتدانمودید به کلیساهای خدا که در یهودیه در مسیح عیسی می‌باشند، زیرا که شما از قوم خود همان زحمات را کشیدید که ایشان نیز از یهود دیدند،۱۴
15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
که عیسی خداوند و انبیای خود را کشتند و برما جفا کردند؛ و ایشان ناپسند خدا هستند ومخالف جمیع مردم،۱۵
16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
و ما را منع می‌کنند که به امت‌ها سخن بگوییم تا نجات یابند و همیشه گناهان خود را لبریز می‌کنند، اما منتهای غضب ایشان را فروگرفته است.۱۶
17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
لیکن ما‌ای برادران، چون بقدر ساعتی درظاهر نه در دل از شما مهجور شدیم، به اشتیاق بسیار زیادتر کوشیدیم تا روی شما را ببینیم.۱۷
18 διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς.
وبدین جهت یک دو دفعه خواستیم نزد شما بیاییم یعنی من، پولس، لیکن شیطان ما را نگذاشت.۱۸
19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
زیرا که چیست امید و سرور و تاج فخر ما؟ مگر شما نیستید در حضور خداوند ما عیسی درهنگام ظهور او؟۱۹
20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
زیرا که شما جلال و خوشی ما هستید.۲۰

< Προς Θεσσαλονικεις Α΄ 2 >