< Προς Κορινθιους Α΄ 16 >

1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
Now concerning the offering for the saints, you also are to do as I directed the church of Galatia.
2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
On the first day of each week let each of you put aside something, keeping it in store as he may prosper, so that when I come there may be no collections going on.
3 ὅταν δὲ παραγένωμαι, οὓς ἂν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
On my arrival I will send those whom you may accredit by letter to carry your bounty to Jerusalem.
4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
And if it is worth while for me to go too, they will accompany me.
5 ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
Now I shall come to you after I have gone through Macedonia.
6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
I shall remain some time with you; possibly spending the winter, in order that you may help me forward in whatever journey I take.
7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
For I do not wish at this present time to see you merely in passing; but if the Lord permits, I hope to remain some time with you.
8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
I am staying for the present in Ephesus, until Pentecost;
9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
for a door has opened to me, great and effectual, and the opponents are many.
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε, ἵνα ἀφόβως γέ νηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ.
If Timothy come, see to it that he is among you without trepidation; for he is doing the Lord’s work, as I am, so let no one disparage him.
11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
Whenever he comes to me, send him on his way in peace, for I am expecting him with the other brothers.
12 περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
As for our Apollos, I have many times urged him to go to you with the others, but he was always unwilling to go to you at this time. He will come, however, whenever he has a good opportunity.
13 γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
Be watchful, stand firm in the faith, be manly, be strong.
14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
Let all that you do be done in love.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
I beg you this, my brothers - you know the household of Stephanus, that they were the first-fruits of Achaia, and that they devoted themselves to the service of the saints -
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
so I want you also to show deference to such, and to every fellow worker, and laborer.
17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
I am glad that Stephanus and Fortunatus and Achaicus have arrived, for they have made up for your absence.
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
They refresh my spirit as they do yours. So cultivate the acquaintance of such men.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ·
The churches of Asia greet you. Aquila and Priscilla (Prisca), with the church that meets in their house, greet you heartily in the Lord.
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
All the brothers send greetings. Greet one another with a holy kiss.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου·
The greeting of me, Paul, with my own hand.
22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά.
If any one does not love the Lord, let him be accursed. Our Lord is coming.
23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ᾽ ὑμῶν.
The grace of our Lord Jesus be with you.
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ.
My love be with you all in Christ Jesus.

< Προς Κορινθιους Α΄ 16 >