< Αποκαλυψις Ιωαννου 5 >

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
And I sawe in the right honde of him that sat in ye trone a boke written with in and on the backside sealyd with vii. seales.
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
And I sawe a stronge angell which cryed with a loude voyce: Who is worthy to open the boke and to loose the seales therof.
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
And no man in heven ner in erth nether vnder the erth was able to open the boke nether to loke thereon.
4 καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
And I wepte moche because no man was founde worthy to open and to rede the boke nether to loke thereon.
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
And one of the elders sayde unto me: wepe not: Beholde a lion beinge of the tribe of Iuda the rote of Dauid hath obtayned to open the boke and to lose the vii. seales therof.
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὼς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν.
And I behelde and loo in the myddes of the seate and of the. iiii. bestes and in the myddes of the elders stode a lambe as though he had bene kylled which had vii. hornes and vii. eyes which are the spretes of God sent into all the worlde.
7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
And he cam and toke the boke oute of the right honde of him that sate apon the seate.
8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσερα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
And when he had take the boke the. iiii. bestes and xxiiii. elders fell doune before the labe havynge harpes and golden vialles full of odoures which are the prayers of saynctes
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
and they songe a newe songe saynge: thou art worthy to take ye boke and to ope ye seales therof: for thou waste kylled and haste redemed vs by thy bloud out of all kynreddes and tonges and people and nacions
10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
and haste made vs vnto oure god kynges and prestes and we shall raygne on the erth.
11 καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
And I behelde and I herd the voyce of many angylles aboute the trone and about the bestes and the elders and I herde thousand thousandes
12 λέγοντες φωνῇ μεγάλῃ, ἄξιός ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
saynge wt a lowde voyce: Worthy is the lambe that was killed to receave power and riches and wisdom and strenghte and honoure and glory and blyssynge.
13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ἤκουσα λέγοντας, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
And all creatures which are in heven and on the erth and vnder the erth and in the see and all that are in them herd I sayinge: blyssinge honour glory and power be vnto hym that sytteth apon the seate and vnto the lambe for ever more. (aiōn g165)
14 καὶ τὰ τέσσερα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
And the. iiii. bestes sayd: Ame. And the. xxiiii. elders fell apon their faces and worshypped him that lyveth for ever more.

< Αποκαλυψις Ιωαννου 5 >