< Αποκαλυψις Ιωαννου 21 >

1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτοσ ουρανοσ και η πρωτη γη απηλθον και η θαλασσα ουκ εστιν ετι
2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ωσ νυμφην κεκοσμημενην τω ανδρι αυτησ
3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης, ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ἔσται μετ’ αὐτῶν,
και ηκουσα φωνησ μεγαλησ εκ του ουρανου λεγουσησ ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοσ αυτου εσονται και αυτοσ ο θεοσ εσται μετ αυτων
4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθαν.
και εξαλειψει παν δακρυον απο των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε πενθοσ ουτε κραυγη ουτε πονοσ ουκ εσται ετι οτι τα πρωτα απηλθον
5 καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
και ειπεν ο καθημενοσ επι τω θρονω ιδου παντα καινα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν
6 καὶ εἶπέν μοι· γέγοναν. ἐγώ τὸ ἄλφα καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω αὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
και ειπεν μοι γεγονα το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ τησ πηγησ του υδατοσ τησ ζωησ δωρεαν
7 ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.
ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεοσ και αυτοσ εσται μοι υιοσ
8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. (Limnē Pyr g3041 g4442)
τοισ δε δειλοισ και απιστοισ και αμαρτωλοισ και εβδελυγμενοισ και φονευσιν και πορνοισ και φαρμακοισ και ειδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατοσ ο δευτεροσ (Limnē Pyr g3041 g4442)
9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων, δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ γεμουσασ των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την γυναικα την νυμφην του αρνιου
10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
και απηνεγκεν με εν πνευματι επ οροσ μεγα και υψηλον και εδειξεν μοι την πολιν την μεγαλην την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου
11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
εχουσαν την δοξαν του θεου ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι
12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ.
εχουσα τειχοσ μεγα και υψηλον εχουσα πυλωνασ δωδεκα και επι τοισ πυλωσιν αγγελουσ δωδεκα και ονοματα επιγεγραμμενα α εστιν ονοματα των δωδεκα φυλων των υιων ισραηλ
13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
απο ανατολων πυλωνεσ τρεισ και απο βορρα πυλωνεσ τρεισ και απο νοτου πυλωνεσ τρεισ και απο δυσμων πυλωνεσ τρεισ
14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
και το τειχοσ τησ πολεωσ εχον θεμελιουσ δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου
15 καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ
16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
και η πολισ τετραγωνοσ κειται και το μηκοσ αυτησ οσον το πλατοσ και εμετρησεν την πολιν τω καλαμω επι σταδιουσ δωδεκα χιλιαδων δωδεκα το μηκοσ και το πλατοσ και το υψοσ αυτησ ισα εστιν
17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
και εμετρησεν το τειχοσ αυτησ εκατον τεσσαρακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου
18 καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ.
και ην η ενδομησισ του τειχουσ αυτησ ιασπισ και η πολισ χρυσιον καθαρον ομοιον υελω καθαρω
19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκεδών, ὁ τέταρτος σμάραγδος,
οι θεμελιοι του τειχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο πρωτοσ ιασπισ ο δευτεροσ σαπφειροσ ο τριτοσ χαλκηδων ο τεταρτοσ σμαραγδοσ
20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
ο πεμπτοσ σαρδονυξ ο εκτοσ σαρδιον ο εβδομοσ χρυσολιθοσ ο ογδοοσ βηρυλλοσ ο ενατοσ τοπαζιον ο δεκατοσ χρυσοπρασοσ ο ενδεκατοσ υακινθοσ ο δωδεκατοσ αμεθυσοσ
21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
και οι δωδεκα πυλωνεσ δωδεκα μαργαριται ανα εισ εκαστοσ των πυλωνων ην εξ ενοσ μαργαριτου και η πλατεια τησ πολεωσ χρυσιον καθαρον ωσ υελοσ διαυγησ
22 καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον.
και ναον ουκ ειδον εν αυτη ο γαρ κυριοσ ο θεοσ ο παντοκρατωρ ναοσ αυτησ εστιν και το αρνιον
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
και η πολισ ου χρειαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνοσ αυτησ το αρνιον
24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν·
και περιπατησουσιν τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν αυτω δοξαν και τιμην των εθνων εισ αυτην
25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ·
και οι πυλωνεσ αυτησ ου μη κλεισθωσιν ημερασ νυξ γαρ ουκ εσται εκει
26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
και οισουσιν την δοξαν και την τιμην των εθνων εισ αυτην
27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
και ου μη εισελθη εισ αυτην παν κοινον και ποιουν βδελυγμα και ψευδοσ ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του αρνιου

< Αποκαλυψις Ιωαννου 21 >