< Κατα Ματθαιον 16 >

1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
Then came the pharises and saduces and did tempte him desyringe him to shewe them some signe from heve.
2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, [ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·
He answered and sayde vnto the. At even ye saye we shall have fayre wedder and yt because ye skye is reed:
3 καὶ πρωΐ· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; ]
and in the morninge ye saye to daye shalbe foule wedder and that because the skye is cloudy and reed. O ye ypocrites ye can discerne ye fassion of the skye: and can ye not discerne ye signes of the tymes?
4 γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
The frowarde nacion and advoutrous seketh a signe and there shall non other signe be geven vnto them but the signe of the prophet Ionas. So lefte he them and departed.
5 Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.
And when his disciples were come to the other side of the water they had forgotte to take breed with the.
6 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Then Iesus sayd vnto them: Take hede and beware of the leve of ye Pharises and of ye Saduces.
7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν.
And they thought in them selves sayinge: because we have brought no breed with vs.
8 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε;
When Iesus vnderstode that he sayd vnto the. O ye of lytell faith why are youre mindes cumbred because ye have brought no breed?
9 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε;
Do ye not yet perceave nether remeber those. v. loves when there were. v. M. men and how many baskettes toke ye vp?
10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;
Nether the. vii. loves when there were. iiiii. M. and how many baskettes toke ye vp?
11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Why perceave ye not then yt I spake not vnto you of breed whe I sayde beware of the leven of the Pharises and of the Saduces?
12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
The vnderstode they how that he bad not them beware of the leven of breed: but of the doctrine of the Pharises and of the Saduces.
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
When Iesus cam in to the costes of the cite which is called Cesarea Philippi he axed his disciples sayinge: whom do men saye yt I the sonne of ma am?
14 οἱ δὲ εἶπαν· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἡλείαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.
They saide some saye yt thou arte Ihon Baptist some Helias some Ieremias or one of ye prophetes.
15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
He sayde vnto the: but who saye ye yt I am?
16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
Simo Peter answered and sayde: Thou arte Christ ye sonne of the lyvinge God.
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
And Iesus answered and sayde to him: happy arte thou Simon the sonne of Ionas for fleshe and bloud hath not opened vnto the yt but my father which is in heve.
18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. (Hadēs g86)
And I saye also vnto the yt thou arte Peter: and apon this rocke I wyll bylde my congregacion. And the gates of hell shall not prevayle ageynst it. (Hadēs g86)
19 δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
And I wyll geve vnto the the keyes of the kyngdom of heven: and whatsoever thou byndest vpon erth shall be bounde in heven: and whatsoever thou lowsest on erthe shalbe lowsed in heven.
20 τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός.
Then he charged his disciples yt they shulde tell no man yt he was Iesus Christ.
21 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
From yt tyme forth Iesus began to shewe vnto his disciples how yt he must go vnto Ierusalem and suffer many thinges of ye Elders and of ye hye prestes and of the scribes and must be killed and ryse agayne ye thirde daye.
22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.
But Peter toke him asyde and began to rebuke him sayinge: master faver thy sylfe this shall not come vnto the.
23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Then tourned he aboute and sayde vnto Peter: come after me Satan thou offendest me because thou sauourest not godly thinges but wordly thinges
24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
Iesus then sayde to his disciples. If eny man wyll folowe me leet him forsake him sylfe and take vp his crosse and folowe me.
25 ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
For who soever wyll save his lyfe shall loose it. And whosoever shall loose his lyfe for my sake shall fynde it.
26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
What shall it proffet a man though he shulde wynne all the whoole worlde: yf he loose his owne soule? Or els what shall a man geve to redeme his soule agayne with all?
27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
For the sonne of man shall come in the glory of his father wt his angels: and then shall he rewarde every man accordinge to his dedes.
28 ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Verely I saye vnto you some ther be amonge them that here stonde which shall not taste of deeth tyll they shall have sene the sonne of man come in his kyngdomen.

< Κατα Ματθαιον 16 >