< Πραξεις 26 >

1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
αγριππασ δε προσ τον παυλον εφη επιτρεπεται σοι υπερ σεαυτου λεγειν τοτε ο παυλοσ απελογειτο εκτεινασ την χειρα
2 περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι,
περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων απολογεισθαι σημερον
3 μάλιστα γνώστην σε ὄντα πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιουσ ηθων τε και ζητηματων διο δεομαι σου μακροθυμωσ ακουσαι μου
4 τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες οἱ Ἰουδαῖοι,
την μεν ουν βιωσιν μου την εκ νεοτητοσ την απ αρχησ γενομενην εν τω εθνει μου εν ιεροσολυμοισ ισασιν παντεσ οι ιουδαιοι
5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκίας ἔζησα Φαρισαῖος.
προγινωσκοντεσ με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν τησ ημετερασ θρησκειασ εζησα φαρισαιοσ
6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
και νυν επ ελπιδι τησ προσ τουσ πατερασ επαγγελιασ γενομενησ υπο του θεου εστηκα κρινομενοσ
7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ.
εισ ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ησ ελπιδοσ εγκαλουμαι βασιλευ αγριππα υπο ιουδαιων
8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
τι απιστον κρινεται παρ υμιν ει ο θεοσ νεκρουσ εγειρει
9 ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
εγω μεν ουν εδοξα εμαυτω προσ το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι
10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
ο και εποιησα εν ιεροσολυμοισ και πολλουσ των αγιων εγω φυλακαισ κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον
11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
και κατα πασασ τασ συναγωγασ πολλακισ τιμωρων αυτουσ ηναγκαζον βλασφημειν περισσωσ τε εμμαινομενοσ αυτοισ εδιωκον εωσ και εισ τασ εξω πολεισ
12 Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
εν οισ και πορευομενοσ εισ την δαμασκον μετ εξουσιασ και επιτροπησ τησ παρα των αρχιερεων
13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
ημερασ μεσησ κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φωσ και τουσ συν εμοι πορευομενουσ
14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
παντων δε καταπεσοντων ημων εισ την γην ηκουσα φωνην λαλουσαν προσ με και λεγουσαν τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεισ σκληρον σοι προσ κεντρα λακτιζειν
15 ἐγὼ δὲ εἶπα, τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν, ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
εγω δε ειπον τισ ει κυριε ο δε ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι,
αλλα αναστηθι και στηθι επι τουσ ποδασ σου εισ τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδεσ ων τε οφθησομαι σοι
17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
εξαιρουμενοσ σε εκ του λαου και των εθνων εισ ουσ εγω σε αποστελλω
18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
ανοιξαι οφθαλμουσ αυτων του υποστρεψαι απο σκοτουσ εισ φωσ και τησ εξουσιασ του σατανα επι τον θεον του λαβειν αυτουσ αφεσιν αμαρτιων και κληρον εν τοισ ηγιασμενοισ πιστει τη εισ εμε
19 ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
οθεν βασιλευ αγριππα ουκ εγενομην απειθησ τη ουρανιω οπτασια
20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
αλλα τοισ εν δαμασκω πρωτον και ιεροσολυμοισ εισ πασαν τε την χωραν τησ ιουδαιασ και τοισ εθνεσιν απαγγελλων μετανοειν και επιστρεφειν επι τον θεον αξια τησ μετανοιασ εργα πρασσοντασ
21 ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
ενεκα τουτων οι ιουδαιοι με συλλαβομενοι εν τω ιερω επειρωντο διαχειρισασθαι
22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
επικουριασ ουν τυχων τησ παρα του θεου αχρι τησ ημερασ ταυτησ εστηκα μαρτυρομενοσ μικρω τε και μεγαλω ουδεν εκτοσ λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσησ
23 εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
ει παθητοσ ο χριστοσ ει πρωτοσ εξ αναστασεωσ νεκρων φωσ μελλει καταγγελλειν τω λαω και τοισ εθνεσιν
24 ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησίν· μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
ταυτα δε αυτου απολογουμενου ο φηστοσ μεγαλη τη φωνη εφη μαινη παυλε τα πολλα σε γραμματα εισ μανιαν περιτρεπει
25 ὁ δὲ Παῦλος· οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
ο δε ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειασ και σωφροσυνησ ρηματα αποφθεγγομαι
26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
επισταται γαρ περι τουτων ο βασιλευσ προσ ον και παρρησιαζομενοσ λαλω λανθανειν γαρ αυτον τι τουτων ου πειθομαι ουδεν ου γαρ εν γωνια πεπραγμενον τουτο
27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
πιστευεισ βασιλευ αγριππα τοισ προφηταισ οιδα οτι πιστευεισ
28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
ο δε αγριππασ προσ τον παυλον εφη εν ολιγω με πειθεισ χριστιανον γενεσθαι
29 ὁ δὲ Παῦλος, εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
ο δε παυλοσ ειπεν ευξαιμην αν τω θεω και εν ολιγω και εν πολλω ου μονον σε αλλα και παντασ τουσ ακουοντασ μου σημερον γενεσθαι τοιουτουσ οποιοσ καγω ειμι παρεκτοσ των δεσμων τουτων
30 ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς,
και ταυτα ειποντοσ αυτου ανεστη ο βασιλευσ και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοισ
31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.
και αναχωρησαντεσ ελαλουν προσ αλληλουσ λεγοντεσ οτι ουδεν θανατου αξιον η δεσμων πρασσει ο ανθρωποσ ουτοσ
32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
αγριππασ δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωποσ ουτοσ ει μη επεκεκλητο καισαρα

< Πραξεις 26 >