< Κατα Λουκαν 21 >

1 αναβλεψας δε ειδεν τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον πλουσιους
Ἀναβλέψας δὲ, εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
2 ειδεν δε και τινα χηραν πενιχραν βαλλουσαν εκει δυο λεπτα
Εἶδεν δέ τινα χήραν πενιχρὰν, βάλλουσαν ἐκεῖ λεπτὰ δύο.
3 και ειπεν αληθως λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν
Καὶ εἶπεν, “Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν·
4 απαντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα του θεου αυτη δε εκ του υστερηματος αυτης απαντα τον βιον ον ειχεν εβαλεν
πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς, πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.”
5 και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,
6 ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται
“Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὧδε, ὃς οὐ καταλυθήσεται.”
7 επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, “Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;”
8 ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και ο καιρος ηγγικεν μη ουν πορευθητε οπισω αυτων
Ὁ δὲ εἶπεν, “Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ‘Ἐγώ εἰμι’, καί, ‘Ὁ καιρὸς ἤγγικεν.’ Μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9 οταν δε ακουσητε πολεμους και ακαταστασιας μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεως το τελος
Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.”
10 τοτε ελεγεν αυτοις εγερθησεται εθνος επι εθνος και βασιλεια επι βασιλειαν
Τότε ἔλεγεν αὐτοῖς, “Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν,
11 σεισμοι τε μεγαλοι κατα τοπους και λιμοι και λοιμοι εσονται φοβητρα τε και σημεια απ ουρανου μεγαλα εσται
σεισμοί τε μεγάλοι, καὶ κατὰ τόπους, λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα ἔσται.
12 προ δε τουτων απαντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν παραδιδοντες εις συναγωγας και φυλακας αγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου
Πρὸ δὲ τούτων πάντων, ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
13 αποβησεται δε υμιν εις μαρτυριον
Ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14 θεσθε ουν εις τας καρδιας υμων μη προμελεταν απολογηθηναι
Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
15 εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντειπειν ουδε αντιστηναι παντες οι αντικειμενοι υμιν
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν.
16 παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων και θανατωσουσιν εξ υμων
Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν.
17 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18 και θριξ εκ της κεφαλης υμων ου μη αποληται
Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν, οὐ μὴ ἀπόληται.
19 εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων
Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσεσθε τὰς ψυχὰς ὑμῶν.
20 οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων την ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης
Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη και οι εν μεσω αυτης εκχωρειτωσαν και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην
Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς, ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις, μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.
22 οτι ημεραι εκδικησεως αυται εισιν του πληρωθηναι παντα τα γεγραμμενα
Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη εν τω λαω τουτω
Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ.
24 και πεσουνται στοματι μαχαιρας και αιχμαλωτισθησονται εις παντα τα εθνη και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι πληρωθωσιν καιροι εθνων
Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη· πάντα· καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
25 και εσται σημεια εν ηλιω και σεληνη και αστροις και επι της γης συνοχη εθνων εν απορια ηχουσης θαλασσης και σαλου
Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
26 αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη αι γαρ δυναμεις των ουρανων σαλευθησονται
ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης
Καὶ τότε ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐν νεφέλῃ’ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28 αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων διοτι εγγιζει η απολυτρωσις υμων
Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.”
29 και ειπεν παραβολην αυτοις ιδετε την συκην και παντα τα δενδρα
Καὶ εἶπεν παραβολὴν αὐτοῖς: “Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
30 οταν προβαλωσιν ηδη βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν
ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν, γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
31 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου
Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
32 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα γενηται
Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.
33 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν
Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34 προσεχετε δε εαυτοις μηποτε βαρυνθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις και αιφνιδιος εφ υμας επιστη η ημερα εκεινη
Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35 ως παγις γαρ επελευσεται επι παντας τους καθημενους επι προσωπον πασης της γης
ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36 αγρυπνειτε ουν εν παντι καιρω δεομενοι ινα καταξιωθητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου
Ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.”
37 ην δε τας ημερας εν τω ιερω διδασκων τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων
Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος, ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.
38 και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου
Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

< Κατα Λουκαν 21 >