< Προς Κολοσσαεις 4 >

1 οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανοις
Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε ˚Κύριον ἐν οὐρανῷ.
2 τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
3 προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ ˚Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ ˚Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι,
4 ινα φανερωσω αυτο ως δει με λαλησαι
ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.
5 εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι
Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6 ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι
Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7 τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω
Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν ˚Κυρίῳ,
8 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνω τα περι υμων και παρακαλεση τας καρδιας υμων
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
9 συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωριουσιν τα ωδε
σὺν Ὀνησίμῳ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
10 ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον
Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος, ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος, ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν),
11 και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια
καὶ Ἰησοῦς, ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι, μόνοι συνεργοὶ εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12 ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου παντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα στητε τελειοι και πεπληρωμενοι εν παντι θεληματι του θεου
Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος ˚Χριστοῦ ˚Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ ˚Θεοῦ.
13 μαρτυρω γαρ αυτω οτι εχει ζηλον πολυν υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει
Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει.
14 ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας
Ἀσπάζεται ὑμᾶς Λουκᾶς, ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.
15 ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτου εκκλησιαν
Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νύμφαν, καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν.
16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε
Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις
Καὶ εἴπατε Ἀρχίππῳ, “Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν ˚Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.”
18 ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων αμην [ προς κολοσσαεις εγραφη απο ρωμης δια τυχικου και ονησιμου ]
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθʼ ὑμῶν.

< Προς Κολοσσαεις 4 >