< Κατα Ματθαιον 15 >

1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες,
Τότε προσέρχονται προς τον Ιησούν οι από Ιεροσολύμων γραμματείς και Φαρισαίοι, λέγοντες·
2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν.
Διά τι οι μαθηταί σου παραβαίνουσιν την παράδοσιν των πρεσβυτέρων; διότι δεν νίπτονται τας χείρας αυτών όταν τρώγωσιν άρτον.
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Ο δε αποκριθείς είπε προς αυτούς· Διά τι και σεις παραβαίνετε την εντολήν του Θεού διά την παράδοσίν σας;
4 Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων, Τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
Διότι ο Θεός προσέταξε, λέγων· Τίμα τον πατέρα σου και την μητέρα· και, Ο κακολογών πατέρα ή μητέρα εξάπαντος να θανατόνηται·
5 ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ·
σεις όμως λέγετε· Όστις είπη προς τον πατέρα ή προς την μητέρα, Δώρον είναι ό, τι ήθελες ωφεληθή εξ εμού, αρκεί, και δύναται να μη τιμήση τον πατέρα αυτού ή την μητέρα αυτού·
6 καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν·
και ηκυρώσατε την εντολήν του Θεού διά την παράδοσίν σας.
7 ὑποκριταί, καλῶς προεφήτευσε περὶ ὑμῶν Ἠσαΐας, λέγων,
Υποκριταί, καλώς προεφήτευσε περί υμών ο Ησαΐας, λέγων·
8 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.
Ο λαός ούτος με πλησιάζει με το στόμα αυτών και με τα χείλη με τιμά, η δε καρδία αυτών μακράν απέχει απ' εμού.
9 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Εις μάτην δε με σέβονται, διδάσκοντες διδασκαλίας, εντάλματα ανθρώπων.
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε.
Και προσκαλέσας τον όχλον, είπε προς αυτούς· Ακούετε και νοείτε.
11 Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Δεν μολύνει τον άνθρωπον το εισερχόμενον εις το στόμα, αλλά το εξερχόμενον εκ του στόματος τούτο μολύνει τον άνθρωπον.
12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
Τότε προσελθόντες οι μαθηταί αυτού, είπον προς αυτόν· Εξεύρεις ότι οι Φαρισαίοι ακούσαντες τον λόγον τούτον εσκανδαλίσθησαν;
13 Ὁ δὲ ἀποκριθεὶς εἶπε, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
Ο δε αποκριθείς είπε· Πάσα φυτεία, την οποίαν δεν εφύτευσεν ο Πατήρ μου ο ουράνιος, θέλει εκριζωθή.
14 Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
Αφήσατε αυτούς· είναι οδηγοί τυφλοί τυφλών· τυφλός δε τυφλόν εάν οδηγή, αμφότεροι εις βόθρον θέλουσι πέσει.
15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
Αποκριθείς δε ο Πέτρος είπε προς αυτόν· Εξήγησον εις ημάς την παραβολήν ταύτην.
16 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Και ο Ιησούς είπεν· Έτι και σεις ασύνετοι είσθε;
17 Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
Δεν εννοείτε έτι ότι παν το εισερχόμενον εις το στόμα καταβαίνει εις την κοιλίαν και εκβάλλεται εις αφεδρώνα;
18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Τα δε εξερχόμενα εκ του στόματος εκ της καρδίας εξέρχονται, και εκείνα μολύνουσι τον άνθρωπον.
19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
Διότι εκ της καρδίας εξέρχονται διαλογισμοί πονηροί, φόνοι, μοιχείαι, πορνείαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Ταύτα είναι τα μολύνοντα τον άνθρωπον· το δε να φάγη τις με ανίπτους χείρας δεν μολύνει τον άνθρωπον.
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Και εξελθών εκείθεν ο Ιησούς ανεχώρησεν εις τα μέρη Τύρου και Σιδώνος.
22 Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα, Ἐλέησόν με, Κύριε, υἱὲ Δαβίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
Και ιδού, γυνή Χαναναία, εξελθούσα από των ορίων εκείνων, εκραύγασε προς αυτόν λέγουσα· Ελέησόν με, Κύριε, υιέ του Δαβίδ· η θυγάτηρ μου κακώς δαιμονίζεται.
23 Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Ο δε δεν απεκρίθη προς αυτήν λόγον. Και προσελθόντες οι μαθηταί αυτού, παρεκάλουν αυτόν, λέγοντες· Απόλυσον αυτήν, διότι κράζει όπισθεν ημών.
24 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Ο δε αποκριθείς είπε· Δεν απεστάλην ειμή εις τα πρόβατα τα απολωλότα του οίκου Ισραήλ.
25 Ἡ δὲ ἐλθοῦσα προσεκύνηει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.
Η δε ελθούσα προσεκύνει αυτόν, λέγουσα· Κύριε, βοήθει μοι.
26 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
Ο δε αποκριθείς είπε· Δεν είναι καλόν να λάβη τις τον άρτον των τέκνων και να ρίψη εις τα κυνάρια.
27 Ἡ δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Η δε είπε· Ναι, Κύριε· αλλά και τα κυνάρια τρώγουσιν από των ψιχίων των πιπτόντων από της τραπέζης των κυρίων αυτών.
28 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Τότε αποκριθείς ο Ιησούς είπε προς αυτήν· Ω γύναι, μεγάλη σου η πίστις· ας γείνη εις σε ως θέλεις. Και ιατρεύθη η θυγάτηρ αυτής από της ώρας εκείνης.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
Και μεταβάς εκείθεν ο Ιησούς, ήλθε παρά την θάλασσαν της Γαλιλαίας, και αναβάς εις το όρος εκάθητο εκεί.
30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς·
Και ήλθον προς αυτόν όχλοι πολλοί έχοντες μεθ' εαυτών χωλούς, τυφλούς, κωφούς, κουλλούς και άλλους πολλούς· και έρριψαν αυτούς εις τους πόδας του Ιησού, και εθεράπευσεν αυτούς·
31 ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
ώστε οι όχλοι εθαύμασαν βλέποντες κωφούς λαλούντας, κουλλούς υγιείς, χωλούς περιπατούντας και τυφλούς βλέποντας· και εδόξασαν τον Θεόν του Ισραήλ.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
Ο δε Ιησούς, προσκαλέσας τους μαθητάς αυτού, είπε· Σπλαγχνίζομαι διά τον όχλον, διότι τρεις ήδη ημέρας μένουσι πλησίον μου και δεν έχουσι τι να φάγωσι· και να απολύσω αυτούς νήστεις δεν θέλω, μήποτε αποκάμωσι καθ' οδόν.
33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
Και λέγουσι προς αυτόν οι μαθηταί αυτού· Πόθεν εις ημάς εν τη ερημία άρτοι τόσοι, ώστε να χορτάσωμεν τόσον όχλον;
34 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
Και λέγει προς αυτούς ο Ιησούς· Πόσους άρτους έχετε; οι δε είπον· Επτά, και ολίγα οψαράκια.
35 Καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν·
Και προσέταξε τους όχλους να καθήσωσιν επί την γην.
36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ.
Και λαβών τους επτά άρτους και τα οψάρια, αφού ευχαρίστησεν, έκοψε και έδωκεν εις τους μαθητάς αυτού, οι δε μαθηταί εις τον όχλον.
37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις.
Και έφαγον πάντες και εχορτάσθησαν, και εσήκωσαν το περίσσευμα των κλασμάτων επτά σπυρίδας πλήρεις·
38 Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
οι δε τρώγοντες ήσαν τετρακισχίλιοι άνδρες εκτός γυναικών και παιδίων.
39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
Αφού δε απέλυσε τους όχλους, εισήλθεν εις το πλοίον και ήλθεν εις τα όρια Μαγδαλά.

< Κατα Ματθαιον 15 >