< Κατα Λουκαν 19 >

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
Jesus entered Jericho and walked through the town.
2 Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος.
A man was there named Zacchaeus, a chief tax collector. He was very rich.
3 Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
He wanted to see who Jesus was, but because he was short he couldn't see over the crowd.
4 Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι δι᾿ ἐκείνης ἤμελλε διέρχεσθαι.
So he ran ahead, and climbed up a sycamore tree to see Jesus as he passed by.
5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
When Jesus got there, he looked up and said, “Zacchaeus, come down quickly! I need to stay at your house today.”
6 Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
Zacchaeus climbed down quickly and was so happy to welcome Jesus to his home.
7 Καὶ ἰδόντες ἅπαντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.
When the people saw this they all complained, “He's gone to stay with such a sinner!”
8 Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
But Zacchaeus stood up and said before the Lord, “Look, I'm giving half of everything I own to the poor, and if I've cheated anybody, I'll pay them back four times as much!”
9 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
In response Jesus said, “Today salvation has come to this house, because this man has shown he is a son of Abraham too.
10 Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
For the Son of man came to search for and save those who are lost.”
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.
While they were still paying attention, Jesus told them a story for they were close to Jerusalem and the people thought that God's kingdom was going to become a reality right away.
12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.
“Once there was a nobleman who left home to go to a distant country to be crowned king there, and then to return.
13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, Πραγματεύσασθε ἕως ἔρχομαι.
He called ten of his servants, divided money equally among them, and told them, ‘Invest this money until I return.’
14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.
But his people hated him, and sent a delegation after him to say, ‘We won't have this man as king over us.’
15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο.
After he had been crowned king he returned. He ordered his servants brought to him. He wanted to know what profit they had made by investing the money he had given them.
16 Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.
The first servant came in and said, ‘Lord, your money has earned ten times as much.’
17 Καὶ εἶπεν αὐτῷ, Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
‘Well done! You're a good servant,’ said the king. ‘Since you proved yourself trustworthy in a very small matter, I'm placing you in charge of ten cities.’
18 Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς.
The second servant came in and said, ‘Lord, your money has earned five times as much.’
19 Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.
‘I'm placing you in charge of five cities,’ said the king.
20 Καὶ ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
Another servant came in and said, ‘Lord, look, here's your money back. I kept it safe, wrapped up in a cloth.
21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
I was afraid of you because you're a hard man. You take what doesn't belong to you, and you harvest what you didn't plant.’
22 Λέγει δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
‘I'll judge you by your own words,’ the king replied. ‘You know I'm a hard man, who as you say, takes what doesn't belong to me, and I harvest what I didn't plant.
23 καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;
Why then didn't you deposit my money in the bank, so that when I returned I could have had my money with interest?’
24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
The king told those who were standing beside him, ‘Take the money away from him, and give it to the one who made ten times as much.’
25 Καὶ εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.
‘But master, he already has ten times as much,’ they replied.
26 Λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
The king said, ‘I tell you, to those who have, more will be given; but those who do not have, even what they have will be taken away from them.
27 Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.
And as for my enemies who didn't want me to be king over them, bring them here and kill them in front of me.’”
28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.
After he'd finished telling them this story, Jesus left for Jerusalem, walking on ahead.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ,
As he approached Bethphage and Bethany on the Mount of Olives, he sent two disciples, telling them:
30 εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.
“Go to the village farther on. As you enter it you'll find a colt tied up that no one has ever ridden. Untie it and bring it here.
31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
If anyone asks you, ‘Why are you untying it?’ just say, ‘The Lord needs it.’”
32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
So the two disciples went and found that everything was just as Jesus had said.
33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;
As they were untying the colt, its owners asked them, “Why are you untying the colt?”
34 Οἱ δὲ εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
The disciples replied, “The Lord needs it.”
35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.
They brought the colt to Jesus. Then they threw their cloaks over it, and sat Jesus on its back.
36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
As he rode along, people spread their cloaks on the road.
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
As he approached Jerusalem, right where the road goes down from the Mount of Olives, the crowd of disciples all began shouting joyful praises to God at the top of their voices for all the miracles they had seen.
38 λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις.
“Blessed is the king who comes in the name of the Lord,” they shouted. “Peace in heaven and glory in highest heaven.”
39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
Some of the Pharisees who were in the crowd said to Jesus, “Teacher, stop your disciples from saying that.”
40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
But Jesus replied, “I tell you that if they kept quiet then the stones will shout!”
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾿ αὐτῇ,
But as he got closer, he saw the city and wept over it.
42 λέγων ὅτι Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
“I really wish today that you, even you, had known the path that leads to peace!” he said. “But now it's hidden from your eyes.
43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν,
The time is coming upon you when your enemies will besiege you, building ramps to attack you, encircling you and closing you in from every side.
44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
They will smash you to the ground, you and your children within you. They won't leave one stone on another within you, for you refused to accept salvation when it came to you.”
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας,
Jesus entered the Temple and began driving out all the people trading there.
46 λέγων αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστίν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
He told them, “Scriptures state that ‘my house will be a house of prayer,’ but you've turned it into a den of thieves.”
47 Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ·
He was teaching in the Temple every day. The chief priests, the religious teachers, and the leaders of the people were trying to kill him.
48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
But they couldn't find a way to do it because everyone appreciated him, hanging on his every word.

< Κατα Λουκαν 19 >