< Ιακωβου 2 >

1 Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
わたしの兄弟たち,わたしたちの栄光の主イエス・キリストの信仰を,えこひいきと共に抱いてはいけません。
2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
というのは,あなた方の集会に,金の指輪をはめ,立派な服を着た人が入って来て,同時に汚れた服を着た貧しい人も入って来た場合に,
3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ, ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου·
あなた方が立派な服を身に着けた人に特別に目を留めて,「ここの良い場所にお座りなさい」と言い,貧しい人には,「そこに立っていなさい」とか,「わたしの足台のわきに座りなさい」と言うなら,
4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
あなた方は自分たちの間でえこひいきを示して,悪い考えを持つ裁き手になっているのではありませんか。
5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
わたしの愛する兄弟たち,よく聞きなさい。神は,この世において貧しい人たちを,信仰において富んだ人たちとして,またご自分を愛する者たちに対して約束された王国を相続する人たちとして選ばれたのではありませんか。
6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
しかし,あなた方はその貧しい人を辱めたのです。富んだ人たちが,あなた方を抑圧し,あなた方を自ら法廷に引いて行くのではありませんか。
7 Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς;
彼らこそ,あなた方がその名で呼ばれた高貴な名を冒とくするのではありませんか。
8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
それでも,あなた方が聖書に従って,「あなたは隣人を自分自身のように愛さなければならない」という王たる律法を実行しているのであれば,それは結構なことです。
9 εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
しかし,えこひいきを示すなら,あなた方は罪を犯しています。律法により,違反者として有罪と宣告されているのです。
10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.
というのは,だれかが律法全体を守るとしても,一つの点でつまずくなら,すべてに違反していることになるからです。
11 Ὁ γὰρ εἰπών, Μὴ μοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.
なぜなら,「姦淫を犯してはいけない」と言われた方は,「殺人を犯してはいけない」とも言われたのです。それで,もしあなたが姦淫を犯してはいなくても,殺人を犯しているなら,律法の違反者となります。
12 Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
自由の律法によって裁かれようとしている者として,そのように語り,またそのように行ないなさい。
13 Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος· καὶ κατακαυχᾶται ἔλεος κρίσεως.
あわれみを示さない者に対しては,あわれみのない裁きが下されるからです。あわれみは裁きに対して勝ち誇るのです。
14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
わたしの兄弟たち,もし人が自分には信仰があると言っていても,業がなければ,それは何の益になるでしょうか。信仰がその人を救えるでしょうか。
15 Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς,
もし兄弟か姉妹が裸でいて,その日の食物にも事欠いているのに,
16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
あなた方のうちのだれかが,「平安のうちに行きなさい。温かくして,お腹を満たしなさい」と言うだけで,体に必要な物を与えないなら,それは何の益になるでしょうか。
17 Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾿ ἑαυτήν.
同じように信仰も,業がなければ,それだけでは死んでいるのです。
18 Ἀλλ᾿ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.
なるほど,ある人はこう言うことでしょう。「あなたには信仰があり,わたしには業があります」。あなたの業からあなたの信仰を取り出してわたしに見せなさい。そうすれば,わたしは自分の業によって自分の信仰をあなたに見せましょう。
19 Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστί· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.
あなたは神がただおひとりだと信じています。それは結構なことです。悪魔たちも信じて,身震いしているのです。
20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν;
しかし,むなしい人よ,あなたは業を別にした信仰が死んでいることを知りたいのですか。
21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
わたしたちの父アブラハムは,自分の息子イサクを祭壇の上にささげたとき,業によって義とされたのではありませんか。
22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;
あなたも分かるように,信仰が彼の業と共に働き,業によって信仰が完全にされたのです。
23 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
そして,「アブラハムは神を信じ,それが彼の義とみなされた」と言う聖書が実現し,彼は神の友と呼ばれたのです。
24 Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον;
これであなた方も分かるように,人は業によって義とされるのであって,信仰だけによるのではありません。
25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
同じように,売春婦ラハブも,使者たちを迎え入れ,彼らを別の道から送り出したとき,業によって義とされたのではありませんか。
26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.
霊を別にした体が死んでいるのと同じように,業を別にした信仰も死んでいるのです。

< Ιακωβου 2 >