< Προς Κορινθιους Α΄ 3 >

1 Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
And Y, britheren, myyte not speke to you as to spiritual men, but as to fleischli men;
2 Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε·
as to litle children in Crist, Y yaf to you mylk drynke, not mete; for ye myyten not yit, nether ye moun now, for yit ye ben fleischli.
3 ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
For while strijf is among you, whether ye ben not fleischli, and ye gon aftir man?
4 Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
For whanne summe seith, Y am of Poul, another, But Y am of Apollo, whethir ye ben not men? What therfor is Apollo, and what Poul?
5 Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
Thei ben mynystris of hym, to whom ye han bileuyd; and to ech man as God hath youun.
6 Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν.
Y plauntide, Apollo moystide, but God yaf encreessyng.
7 Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός.
Therfor nether he that plauntith is ony thing, nethir he that moistith, but God that yiueth encreessyng.
8 Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
And he that plauntith, and he that moistith, ben oon; and ech schal take his owne mede, aftir his trauel.
9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
For we ben the helperis of God; ye ben the erthetiliyng of God, ye ben the bildyng of God.
10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
Aftir the grace `of God that is youun to me, as a wise maistir carpenter Y settide the foundement; and another bildith aboue. But ech man se, hou he bildith aboue.
11 Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός.
For no man may sette another foundement, outtakun that that is sett, which is Crist Jhesus.
12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
For if ony bildith ouer this foundement, gold, siluer, preciouse stoonys, stickis, hey, or stobil, euery mannus werk schal be open;
13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
for the dai of the Lord schal declare, for it schal be schewid in fier; the fier schal preue the werk of ech man, what maner werk it is.
14 Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται.
If the werk of ony man dwelle stille, which he bildide aboue, he schal resseyue mede.
15 Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
If ony mannus werk brenne, he schal suffre harm; but he schal be saaf, so netheles as bi fier.
16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
Witen ye not, that ye ben the temple of God, and the spirit of God dwellith in you?
17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
And if ony defoulith the temple of God, God schal leese hym; for the temple of God is hooli, which ye ben.
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. (aiōn g165)
No man disseyue hym silf. If ony man among you is seyn to be wiys in this world, be he maad a fool, that he be wijs. (aiōn g165)
19 Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
For the wisdom of this world is foli anentis God; for it is writun, Y schal catche wise men in her fel wisdom;
20 Καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
and eft, The Lord knowith the thouytis of wise men, for tho ben veyn.
21 Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
Therfor no man haue glorie in men.
22 εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν,
For alle thingis ben youre, ethir Poul, ether Apollo, ether Cefas, ether the world, ether lijf, ether deth, ether thingis present, ethir thingis to comynge; for alle thingis ben youre,
23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
and ye ben of Crist, and Crist is of God.

< Προς Κορινθιους Α΄ 3 >