< Προς Ρωμαιους 14 >

1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ ˚Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ ˚Κύριος στῆσαι αὐτόν. 5 Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω. 6 Ὁ φρονῶν τὴν ἡμέραν, ˚Κυρίῳ φρονεῖ. Καὶ ὁ ἐσθίων, ˚Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ ˚Θεῷ· καὶ ὁ μὴ ἐσθίων, ˚Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ ˚Θεῷ. 7 Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. 8 Ἐάν τε γὰρ ζῶμεν, τῷ ˚Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ ˚Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ ˚Κυρίου ἐσμέν. 9 Εἰς τοῦτο γὰρ ˚Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ˚Θεοῦ. 11 Γέγραπται γάρ, “Ζῶ ἐγώ, λέγει ˚Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ˚Θεῷ.” 12 Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ ˚Θεῷ. 13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14 Οἶδα καὶ πέπεισμαι ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 Εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ˚Χριστὸς ἀπέθανεν. 16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17 Οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν ˚Πνεύματι Ἁγίῳ. 18 Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ ˚Χριστῷ, εὐάρεστος τῷ ˚Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. 19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20 Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ ˚Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21 Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. 22 Σὺ πίστιν ἣν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ˚Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23 Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

< Προς Ρωμαιους 14 >