< Κατα Ματθαιον 7 >

1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
Nkulonga, nawe wahayilongwa.
2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.
Alonje shuloonga nawe wahayilongwa na shuhubhapimila abhantu nawe wahayi pimilwa shinisho.
3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
Yeenu uhwenya ishipande shikwi sheshili mwilyinso holo waho suminye ishipande shikwi shesheli mwilyinso lyaho ikwi liliho mwilyinso lyaho?
4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‘Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου’, καὶ ἰδοὺ, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
Unganda bhuli ayanje hwa holo waho aje ambaihwefwe ishipande sheshili mwilinso lyaho, wakati nawe wayo ulinasho mwilinso lyaho?
5 Ὑποκριτά, ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Ulinilenga awe; kwanza uyefwe ishipande sheshili mwilinso lyaho, nkubhahwefwe ahinza ishipande isha mwilinso lyaholo waho.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Usahazipele imbwa ivintu ivyinza usahazisumbile ungurubhi ishalye ishinza zinzananganye na khanye ni vinama habhili bhanza hulye nawe.
7 Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.
Labha ubhaposhele. Anza, nawe ubhapate. Khoma ihodi, anzahuhwigulile.
8 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Pipo ya labha aposhela, na wowonti yahwanza aposhela. Umuntu yakhoma ihodi, ahumwigulila.
9 Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
Aliho humwinyu umuntu umwana wakwe nkalabha umukate ahupela iwe?
10 Ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Au nkanabha isamaki ahupela inzoha?
11 Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
Nkushele, mubhimbibhi muminye hubhapele abhana bhinyu ivintu ivyinza, Je! Ungulubhi wenyu uwahumwanya sangabhapela hanii ivyinza bhebha hunabha umweene?
12 Πάντα οὖν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Ishi shuhwanza huje ubhombelwe na bhanji, nawe shubhombaje hwamwinyu, pipo izyo ndajizyo zya kuwa.
13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς·
Mwinjile mulwiji unyeela. Pipo ulwiji lugosi idala ligosi lyelilongozya humwoto abhantu bhinji bhebhabhala idala ilyo.
14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Ulwiji unyeela lwa huwomi, abhantu bhadodo bhebhahwinjila umwo.
15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
Muyenyaje na kuwa abhilenga, bhebhahwinza bhakwite ikwembe ilyingole, lakini muhati mbwa londe ihali.
16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα;
Mubhabhamanye amadondo gabho. Je abhantu bhangatungula amadondo muminvwa, au mwikwi humbeyu iyi mbaruti?
17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
Ishi ikwi lyolyonti, ilyinza lipapa amadondo aminza, lakini ikwi ibhibhi lipapa amadondo amabhibhi.
18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Ikwi ilyinza salingapapa amadondo amabhibhi, wala ikwi ibhibhi selingapapa amadondo aminza.
19 Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Ikwi lyolyonti lyesagalipapa amadondo aminza litemwa na pembele umwoto.
20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Abhantu abha bhibhi ubhabhamanye amadondo gabho.
21 Οὐ πᾶς ὁ λέγων μοι, ‘˚Κύριε, ˚Κύριε’, εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
Siga muntu wowonti yayiga, 'Ngurubhi, Ngulubhi,' yahayiyinjila hubhumwini uwahumwanya, ila yuyula yabhomba inyinza zya Ngulubhi uwahumwanya.
22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ‘˚Κύριε, ˚Κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;’
Abhantu abhinji isiku ilyo bhahayiyiga 'Ngulubhi, Ngulubhi, twahafumizye ukuwa hwitawa lyaho, hwitawa lyaho twahabhombile amambo minji aminza amagosi?'
23 Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι ‘Οὐδέποτε ἔγνων ὑμᾶς, “ἀποχωρεῖτε ἀπʼ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν”.’
U Ngulubhi ahayibhabhu aje, 'simbaminye mwepe! Ipa amwe, mubhabhomba imbibhi!'
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
Ishi kila muntu yahwinvwa amazwi gani na hugitishe alingana nu muntu uwihekima yazenjile inyumba yakwe pamwanya pa mawe.
25 Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
Invura yatonya, awinzi gamema ahanvulungwe hinza hayikhoma inyumba iyo seya, gwa pansi pipo yahazengwilwe pamwanya pamawe.
26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
Lelo umutu wowonti yahwunvwa uzwi lyani lyani sahulyitiha uyo abhafane nu muntu umpumbavu yazenga inyumba yakwe pamwanya pansanga.
27 Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.”
Invula yinza, na minzi gamema na hamvulungwi hinza hayikhoma inyumba iyo yagwa na malishe pepala.”
28 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
U Yesu lwa hamala ayanje amazwi iga, abhantu bhahaswijile lwa hamanyizyaga.
29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν.
Pipo ahamanyizyaga ndeshe umuntu uwimamlaka siyo ndeshe asimbi bhabho.

< Κατα Ματθαιον 7 >