< Κατα Ματθαιον 4 >

1 Τότε ὁ ˚Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ ˚Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
Then Jesus was led by the Spirit into the wilderness to be tempted by the devil.
2 Καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα, ὕστερον ἐπείνασεν.
And having fasted forty days and forty nights, afterward he was hungry.
3 Καὶ προσελθὼν ὁ πειράζων, εἶπεν αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.”
And after he who tempts came, he said to him, If thou are the Son of God, speak so that these stones may become bread.
4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Γέγραπται, ‘Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος ˚Θεοῦ.’”
But having answered, he said, It is written, Man will not live on bread alone, but on every word coming out through the mouth of God.
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
Then the devil takes him into the holy city, and stands him on the pinnacle of the temple.
6 καὶ λέγει αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ, ὅτι ‘Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ’, καὶ, ‘Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.’”
And he says to him, If thou are the Son of God, cast thyself down, for it is written, He will command his agents about thee, and, They will take thee up in their hands, lest thou dash thy foot against a stone.
7 Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Πάλιν γέγραπται, ‘Οὐκ ἐκπειράσεις ˚Κύριον τὸν ˚Θεόν σου.’”
Jesus said to him, Again it is written, Thou shall not challenge the Lord thy God.
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
Again, the devil takes him onto an exceedingly high mountain, and shows him all the kingdoms of the world, and the glory of them.
9 καὶ εἶπεν αὐτῷ, “Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.”
And he says to him, All these things I give thee, if after falling down, thou will worship me.
10 Τότε λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ, ‘˚Κύριον τὸν ˚Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.’”
Then Jesus says to him, Get thee behind me, Satan, for it is written, Thou shall worship the Lord thy God, and him only thou shall serve.
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Then the devil leaves him, and behold, agents came and served him.
12 Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Now when Jesus heard that John was delivered up, he departed into Galilee.
13 Καὶ καταλιπὼν τὴν Ναζαρὰ, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ, τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
And having left Nazareth behind, after coming, he dwelt in Capernaum by the sea in the regions of Zebulun and Naphtali,
14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
so that what was spoken through Isaiah the prophet might be fulfilled, which says,
15 “Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.
The land of Zebulun and the land of Naphtali, way of the sea, beyond the Jordan, Galilee of the Gentiles,
16 Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.”
the people who dwell in darkness saw a great light, and to those who dwell in the region and shadow of death, light sprang up to them.
17 Ἀπὸ τότε ἤρξατο ὁ ˚Ἰησοῦς κηρύσσειν καὶ λέγειν, “Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.”
From that time Jesus began to preach, and to say, Repent ye, for the kingdom of the heavens has approached.
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλεεῖς.
And walking by the sea of Galilee, he saw two brothers, Simon who is called Peter, and Andrew his brother, casting a net into the sea, for they were fishermen.
19 Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων.”
And he says to them, Come behind me, and I will make you fishermen of men.
20 Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
And straightaway having left the nets, they followed him.
21 Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
And having gone on from there he saw two other brothers, James the son of Zebedee, and John his brother, in the boat with Zebedee their father, mending their nets. And he called them.
22 Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
And straightaway having left the boat and their father, they followed him.
23 Καὶ περιῆγεν ὁ ˚Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
And Jesus went around all Galilee, teaching in their synagogues, and preaching the good news of the kingdom, and healing every sickness and every disease among the people.
24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. Καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς, ἔχοντας ποικίλαις νόσοις, καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
And his fame went forth into all Syria. And they brought to him all those faring badly with various diseases, and gripped with pain, and being demon-possessed, and being lunatic, and paralyzed. And he healed them.
25 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας, καὶ Δεκαπόλεως, καὶ Ἱεροσολύμων, καὶ Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου.
And many multitudes from Galilee and Decapolis and Jerusalem and Judea and beyond the Jordan followed him.

< Κατα Ματθαιον 4 >