< Κατα Μαρκον 6 >

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Na ahepa ipo nabhale humuji ni wabho asundwa abhakwe bhahadaga.
2 Καὶ γενομένου Σαββάτου, ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, “Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
Ulutuyo palwahafiha, ali anza amanyizywe mwi Sinagogi. Abhantu abhinji bhahamuvhaga. Naswijiziwe bhahayaga, “Azwajile wihiizi izywa manyizwa?” “Liphana ashi ili ilwapewilwe?” “Abhomba amanjele iga humakhono gakwe?”
3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, καὶ ἀδελφὸς Ἰακώβου, καὶ Ἰωσῆτος, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;” Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
“Ishi unu sawa selemala, umwana wa Maria uholo wabho aYakobo, Yose, Yuda na Simoni? Je adada bhakwe tukhalanabho mumu nanthi?” Hakufulaisha nu Yesu.
4 Καὶ ἔλεγεν αὐτοῖς ὁ ˚Ἰησοῦς, ὅτι “Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.”
U Yesu abhabhula, “Ukuwa haga akosa awogopwe, ilakati yikhaya yakwe na mubhamo muholo bhakwe na munyumba mwakwe.”
5 Καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις, ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν.
Hagawezyaga abhombe amanjele epo, lelo abheha amakhono abhini bhashe abhaponwa.
6 Καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας, κύκλῳ διδάσκων.
Ahaswiga sana pasaga wamini wabho. Ajendelela ikhaya izywapalamani ahamanyizya.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
Ahabha kuga asudwa bhakwe ilongo limo nabhantu bhabhili ahanda atume bhabhili bhabhili. Apela amulaka juu yipepo ichafu,
8 Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
na bhamulile bhaanganje aweje hahunti pabhajenda ila ulusansotu bhanganda aweje ibumunda wala ifhulushi wala ihela pahosi;
9 ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
lelo bhakwataje ishilato, lelo siyo amakanzu gabhili.
10 Καὶ ἔλεγεν αὐτοῖς, “Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
Ahabhabhula, “Nyumba yayundti iyamunza winjile, khalanji upa pamwaishila.
11 Καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.”
Ikhaya yayundti iyasi habhejela wala abhuvhe, shilaji pabhene, kunyu ntaji amakundi agamagaga genyu, bhawiloleje abene.”
12 Καὶ ἐξελθόντες, ἐκήρυξαν ἵνα μετανοῶσιν.
Nabhope bhahashila bhatangazwa abhantu bhalambaje imbivhi zyabho.
13 Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Bhanyi ipepo inyinji, na bhapahaga amafuta abhinu bhaponaga.
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν, ὅτι “Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.”
Utawala uHalode pahuvhwa ingo, afutane itawa lwa Yesu lwamanyishe sana. Bhamo bhayanga, “U Yohana uyabhozwa azyushile pipo isho inkuniimaanjele ibhomba imbombo mhati yakwe.”
15 Ἄλλοι δὲ ἔλεγον, ὅτι “Ἠλίας ἐστίν”· ἄλλοι δὲ ἔλεγον, ὅτι “Προφήτης, ὡς εἷς τῶν προφητῶν.”
Bhamo bhahayanga huje, “Unu yu Eliya,” Lelo bhamo bhayanga, “Unu yukuwa, uwali nishi bhala akuwa abhimandi.”
16 Ἀκούσας δὲ, ὁ Ἡρῴδης ἔλεγεν, ὅτι “Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη!”
Lelo uHalode pahuvhaigo ahayanga, “Ahaga uYohana, uwihandumule itwe azywushile.”
17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
Lelo Helode yuyo alajizwe huje uYohana akhatwe ahapinya nahubhishe mwigeleza hunongwa Herodia (ushi wa kuluwakwe Filipo) pipo lelo umwene ali agojile.
18 Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ, ὅτι “Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.”
Lelo uYohana ali abhulile uHerode, “Sagashizha aweje ushi uwa khulubho.”
19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
Lelo uHerodia ahanda huvhitililwe na azaga ahugoje, lelo haga awezizwe,
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
lelo uHerode amwogupe uYohana; amenye muntu wana lwoli nzhelu ahaleha huwinza, pahendelela hu mwuvhe. Asulumana sana lelo ahamoga hutejelezywe.
21 Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν, τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας.
Po uhafi uwakati uwene pabhelaga isiku ilwa papwe Herode abhandalila atalamu abhakwe ishelehe, na adadamu nalongozi ami Galialaya.
22 Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος, καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. Ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ, “Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.”
Phipo ulendu wa Herodia ahinjila nacheze witazi wabhene, afulaiswa uHarode na jenyu abhakhile uwakati uwishalwe shalwevhela. Epo utawala abhula ulendu, “Undavhe hahondti uwaza nani izahupele.”
23 Καὶ ὤμοσεν αὐτῇ, ὅτι “Ὃ ἐάν αἰτήσῃς, με, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.”
Alapilizya huje, hahudi hubha ndavhe, izahupele, ahata inusu iyitala wani.”
24 Καὶ ἐξελθοῦσα, εἶπεν τῇ μητρὶ αὐτῆς, “Τί αἰτήσωμαι;” Ἡ δὲ εἶπεν, “Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.”
Afuma huzi avhuzya anyina wakwe, “Indavhe yenu?” Abhula, “Itwe ilwa Yohana uwa Wonza.”
25 Καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο λέγουσα, “Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.”
Shisho ahinjila watawala ahanda ayanje, “Iwaza muhati musahani, itwe lwa Yohana uyawozwa.”
26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν.
Utawala aswiga sana, lelo ululapo ulwalapile na ajenyi, haga hawezywa hukhanile ilwa labhile.
27 Καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα, ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ,
Isho, mutawala ahatuma asinjala abha gulaga abhalajizywe abhale alilete itwelwa yahanaulizi abhatile adumule wijela.
28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Ahaleta itwe kwenye sahani na hupele ulindu ulindu apela unyina wakwe.
29 Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Asundwa bhakwe pabha huvha isho, bhahabhala abhale aweje ubhilyi gwakwe bhala asywile hunghugwa.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ˚Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
Atumwa bha bhungana witazi wa Yesu, bhabhula gunthi agabhombile na gabhamanyizyaga.
31 Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ὀλίγον.” Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
Wope abhabhula, “Izaji mwemwe pasili tutuye hashe.” Abhantu abhinji bhali bhahweza nashile wala habhapata inafusi iyolye.
32 Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν.
Bhinjila mumashuwa bhala amahali pasili bhene.
33 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς.
Lelo bhahabha lola pabhashila bhahabhamanya abhahanyila lwimagaga upaka humiji guthi, bhope bhafiha shavhasili abhene.
34 Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοὺς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Pahafiha pwani, bhalola ibhuga ingosi bhahabhasajila, pipo bhali nishi ingole izwasazili nu ndimii. Ahanda abha manyizye amambo aminji.
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον, ὅτι “Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
Abhazyo pahedelela sana, asudwa abhahemwizila bhaha bhula,”Ipa tuli mahali pisili umuda gubhalile.
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.”
Ubhalaje bhashilaje aweze ishalye humiji hujiji ivipipi.”
37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Καὶ λέγουσιν αὐτῷ, “Ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν;”
Lelo abhajibhula ayanga, “Bhapeli amwe ishalye.” Tugawezwa awepe nakale amabumunda angisamani na mimbili tubhapele hahalye?”
38 Ὁ δὲ λέγει αὐτοῖς, “Πόσους ἄρτους ἔχετε; Ὑπάγετε, ἴδετε.” Καὶ γνόντες λέγουσιν, “Πέντε καὶ δύο ἰχθύας.”
Ahabhabhula,” Muna amabumunda galinga? Mubhale mwenye.” pabhavhaga bhahabhula, “Amabumunda gasanu ni samaji nsivhile.”
39 Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας, συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
Bhahamuliswa abhantu bhakhale mumasole amolo.
40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ, κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
Bhaha khazywa makundi; makundi mamia na amhamsini.
41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
Ahenga amabumunda gasanu na samaki zibhili, na wenye humwanya, ahasanya aha pela asudwa waweke mbele ya umati. Bhabhishe nasamaki zibhili, na zitatu wabhathu bhuthi.
42 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν.
Bhahalya bhuthi bhayile.
43 Καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα, καὶ ἀπὸ τῶν ἰχθύων.
Bhabhunganya amabumuda sangile, Vyaha mema ivitundu vhibhele, nivindumushila ivisamaki.
44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες.
Bhali alume elufuzisanu abhalile amabunda.
45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
Abhabhula huje bhande mashua bhabhale isemu iyinji, Bethsaida, uwakati abhalaga ulubhungano.
46 Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
Pabha habha bhashila, abhala wi gamba alavhe.
47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
Pawahahavha shalyevhela na mashua yabho ulwo ili pahati pazhumbi alimwene panzi inyumu.
48 Καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς, ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς.
Ahalola bhatamiwa akhome makasiapipo ihala ihapingaga. Pahuhabha hupambazuha nashaphii abha bhalila, ajendaga amizi ahazaga ashizanye.
49 Οἱ, δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν.
Lelo pahalola ajenda amwanya iyimeze, bhapata uwasi wasi bhagazimu hata bhakhola.
50 Πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς, “Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
pipo bhahalola vhahijila ishaka. Ahagana yanje anabho abhabhula, “Mubhanje bhadadamu! nene! Mganje abhe nihofu.”
51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐν ἑαυτοῖς ἐξίσταντο,
Ahinjila muhati mumashua, na ihala ihaleha avungume na haswiga kabisa.
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
Haga bhahelewa imana iyagala amabumunda. Injele zhwabho zyalidodo.
53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ, καὶ προσωρμίσθησαν.
Bhope pali bhaloushe isyila bhafiha insi ya Genesareti mashua ikati nanga.
54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθὺς ἐπιγνόντες αὐτὸν,
Pabhahaguma huzi iye mashua, bhahatabula.
55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην, καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐστίν.
Bhahanyila atangazwe mkowa gwundhi bhahandu abhalete avhinu mzego mzega, shila pahuvhaga huje awiza.
56 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας, ἢ εἰς πόλεις, ἢ εἰς ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
Pundi pahinjilaga huvijiji, au mumiji, au munzhi, bhabhihaga avhinu pasoko, bhalamba huje bhapala mazhwaje amenda gakwe. Na bhundti abhakhete bhaponile.

< Κατα Μαρκον 6 >