< Κατα Λουκαν 8 >

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
Yabha baada yego ali azyongola azyongola mmaboa namvijiji ali alombelela, na tungazye enongwa enyinza ezye umwene owa NGOLOBHE na bhala athenashara bhali pandwemo nawo,
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν: Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
Na abhashe bhamo bhamo bhali ne mpepo embibhi nepongo abhaponyizye bhape yo Mariamu yakwiziwa magdalena yazya fumile epepo saba.
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
Na Yohana oshe wa kuza owakili wakwe oHerode, Susana, na bhamwabho bhabhinji, bhabhatenganyaga huvintu vyao.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν, εἶπεν διὰ παραβολῆς:
Ubungano ogosi na watangene, na bhala bhabha fumile shila liboma bhabhaliye ayanjile hufano.
5 “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
“Ompanzi afumile abhale atote embeyu, yakwe wape nali atota, zimo zyalagashiye papepe nidara, zyakhanyilye enyonyi.
6 Καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
Zimo zyalageye pamwalo na zyahandile amele zyahomele afwanaje zyaha kosa orutubo.
7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
Zimo zyalageye mmivwa na amivwa gahamela pandwemo zyazyo ya zisonga.
8 Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.” Ταῦτα λέγων, ἐφώνει, “Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.”
Zimo zyalageye pilongo elinza ayunga ego atatushe izu waganga yalinamakutu agahwovwa na ayovwaje.”
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, “Τίς αὕτη εἴη ἡ παραβολή;”
Abhanafunzi bhakwe bhabhozya yenu ene omafano ogwo,
10 Ὁ δὲ εἶπεν, “Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς Βασιλείας τοῦ ˚Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα ‘βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν’.
Wayanga, “Amwe apewewe azimanye esiri ezya mwene ONGOLOBHE, eshe bhamo humfwano, aje nkabhenye bhaganje alole nankabhovwe bhagale amanye.'
11 Ἔστιν δὲ αὕτη ἡ παραβολή: ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ ˚Θεοῦ.
Na ogwo omfano. Emana yakwe ya yene embeyBhala lizu lya ngolobhe.
12 Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Bhala bhabhali papepe ni dala bhabhala bhahovwa, antele ahwenza oshetani alyefwa elyo izu mmoyo yaho, bhasibhe bhalyeteha na hwaulwe.
13 Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Na bhala abhapamwala bhabhala ambao nkabhovwa bhaliposhela lila izu sabhashiye, wape sebhana malandazi bhahweteha humda hashe, naufiha owa lengwe, bhahwibagula.
14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν, καὶ πλούτου, καὶ ἡδονῶν τοῦ βίου, πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
Zyazilagaliye pamivwa bhabhala bhabhovwenzwe, abhale hwabho bhosohwa ne shughuli no utabhazi na owalangani owemaisha ega, sebhatonia lyalyonti.
15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Na zila ezya pilongo elinza bhabala bhabhali no mwoyo ogwinza ogwa lyovwe izu, na likhate, esho lipapa amadondo esha jimbilizwe.
16 Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
Nomo, omntu yahwasya, okhozyo na kwishile neshelelo. Au abheshe hwinzongo bali bhayibheha pamwanya pameza ili bhabhahwisya njila bhapataje alole okhizyo lwakwe.
17 Οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
Afwanaje nalimo izu lyalyobhele lyasagalya yibhoneha, antele lyalyobhele elyaje selyayi manyiha na fumile hwelele.
18 Βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.”
Hwiyenyi basi enamna shamhovwa afwanaje yalinahantu. Abhapewe na ola, yasanahantu abhafyolwe atahala, habhoneha aje anaho.”
19 Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
Bhabhalila onyina wakwe na holo bhakwe bhashindwa abhapapepe afanaje amabungano.
20 Ἀπηγγέλη δὲ αὐτῷ, “Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου, ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.”
Bhatwalile enongwa wabhola, “Onyina waho na holo bhaho bhemeleye hwonze bhahwanza alolane nawe.
21 Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, “Μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ ˚Θεοῦ ἀκούοντες καὶ ποιοῦντες.”
Wagalula, wayanga “omaye wane naholo bhane bhabhebha bhabhahovwa izu elya NGOLOBHE na bhombe.”
22 Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, “Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης”. Καὶ ἀνήχθησαν.
Yabha ensiku zila wapanda mshelelo omwahale na sambelezyewa bhakwe, wabhabhola, “Nantele tilo woshe hadi hwisyela eyeidimi. “Bhasogola na matanga.
23 Πλεόντων δὲ αὐτῶν, ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
Bhape nabhali bhabhala, agonile otulo, yahishile etofani pamwanya eyidimi, eshelelo shahandile ameme ameze bhabha mhatari.
24 Προσελθόντες δὲ, διήγειραν αὐτὸν λέγοντες, “Ἐπιστάτα, Ἐπιστάτα, ἀπολλύμεθα!” Ὁ δὲ διεγερθεὶς, ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ τῷ κλύδωνι, τοῦ ὕδατος, καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη.
Bhabhalila bhadamuzya bhaga, “GOSI wa gosi! GOSI wa gosi! litega wabhoha!” Waidamila ehala na vwadangana ameze hwaleha hwabha hwinza.
25 Εἶπεν δὲ αὐτοῖς, “Ποῦ ἡ πίστις ὑμῶν;” Φοβηθέντες δὲ, ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους, “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι;” καὶ ὑπακούουσιν αὐτῷ;”
Wabhabhola, “Olweteho lyenyu lulihwi?” Bhogope, bhaswiga, bhayango bhebho hwa bhebho,”Yenu ene paka, adamila ehalana menze gape gahumwogopa?”
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
Bhafiha mpwani mnsi ya bha wa Gerasini ye paramila hu Galilaya.
27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια, καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλʼ ἐν τοῖς μνήμασιν.
Wape na hishile hupwani, atangene nomntu omo owe boma, ola yaline mpepo, sagakwete amenda ensiku zinyinji, antele sagakheye pakhaya ila hamagwela.
28 Ἰδὼν δὲ τὸν ˚Ἰησοῦν, ἀνακράξας προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, “Τί ἐμοὶ καὶ σοί, ˚Ἰησοῦ, Υἱὲ τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς!”
Nalolile oYesu akholile eholo, agwiye hwitagalila lyakwe. Waganga hwizu igosi endi neyenu nawe, Yesu womwana wa NGOLOBHE yalimwanya? Ehulabha, ugajendavye”
29 Παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις, φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ, ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
Afanaje alidamiye lile ipepo ichafu limwepe omntu ola, afanaje apagewe wape mara nyinji, nantele bhalidaga mshifungo na apinyilye na manyolo ne mpengo, adumlaga gala amanyolo, ashembezyewaga mwipoli ne nguvu ezya lila ipepo.
30 Ἐπηρώτησεν δὲ αὐτὸν ὁ ˚Ἰησοῦς, “Τί σοι ὄνομά ἐστιν;” Ὁ δὲ εἶπεν, “Λεγεών”, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
OYesu wabhozya, “Itawa lyaho wewenu?” Wayanga, “Itawa lyane endijeshi” Afwanaje pepo bhinji bhamwinjiye.
31 Καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
Bhalabha asabhadamila aje bhafume abhale mwilende. (Abyssos g12)
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει, καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.
Eshi epo pali ikundi elye engorobhe enyinji bhadimazyaga mwigamba. Galabha agapele oruhusa ahwinjile zila, wagapele aruhusa.
33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
Pepo bhafuma mwamntu ola bhinjila mgorobhe, lyape ikundi lyahishile mwigenge nanali, bhinjila mwidimi, bhafwa mmenze.
34 Ἰδόντες δὲ οἱ βόσκοντες, τὸ γεγονὸς, ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
Adimi nabhalola lyalifumiye bhashembeye na zyambanye enongwa hwiboma, na mavueni.
35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθαν πρὸς τὸν ˚Ἰησοῦν, καὶ εὗραν καθήμενον τὸν ἄνθρωπον, ἀφʼ οὗ τὰ δαιμόνια ἐξῆλθεν, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ˚Ἰησοῦ, καὶ ἐφοβήθησαν.
Abhantu afumile abhale ahwenye gaga fumiye, bhabhalila oYesu bhalola omntu ola mwagafumile akwete amenda anenjele zyakwe, bhahogope.
36 Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες, πῶς ἐσώθη ὁ δαιμονισθείς.
Na bhala bhabhalolile bhabhabholele shasha hali shaponiziwe ola ya pageweni pepo.
37 Καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν, ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς, εἰς πλοῖον, ὑπέστρεψεν.
Na mwabho abhantu abhensi ya bhagevasi yeli pasheje sheje bhalabhile aje asogole hwabhahale afwanaje bhali nowoga ogosi esho winjila mshelelo wawela.
38 Ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν λέγων,
No mntu ola yalya fumile ipepo alabhile oruhusa aje alondozyaje wape, lelo omwahale walaga wayanga,
39 “Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ ˚Θεός.” Καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν, κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ˚Ἰησοῦς.
“Wela amwenyu arombelele gagali mago ONGOLOBHE gabhombeye”Abhala, alombelele iboma lyonti, shangali magosi amambo ga bhombelwe no Yesu.
40 Ἐν δὲ τῷ ὑποστρέφειν τὸν ˚Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
Eshi oYesu namwawela, obongano gwa karibizizye, esha seshelele afwanaje bhali bhahugolela wonti.
41 Καὶ ἰδοὺ, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ˚Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
Enya omntu omo wenza itawa lya vwa yo yairo, wape mntu gosi owe shibhanza, wagwa pamagaga ga Yesu walabha iyinjile mnyumba yakwe,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέπνιγον αὐτόν.
Afwanaje elendu wakwe abhinile tee apalamila afwe, afwanaje mwana weka mwene, oumri wakwe alinamaha kumi na gabhele, wakati abhala obungano gwasonjile.
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις οὐκ ἴσχυσεν ἀπʼ οὐδενὸς θεραπευθῆναι,
Noshe omo ambaye afumaga idanda omda ogwe maha kumi na gabhele, ali anankenye eshoma shakwe shonti abhapele aganga bila opone, nomntu yoyonti,
44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
Abhalile hwisalo lyakwe wapalamazya opindo ohwemwenda gwakwe, mara elyo afume hwkwe idanda hwapoma.
45 Καὶ εἶπεν ὁ ˚Ἰησοῦς, “Τίς ὁ ἁψάμενός μου;” Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος, “Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.”
OYesu wayanga, “Wenu ya mpalamasyezye?” Basi abhantu bhonti nabhakhana oPetro abholele, GOSI mgosi, amabonyano ega gahuzyongala na husonje.”
46 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ.”
OYesu wayanga, “Omntu ampalamasyezye, afwanaje elola aje amaha gafumile.”
47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
Ola oshe nawalola yaje sawezizye ahwobhe wenza ayinga, wagwa hwilagalila lyakwe, wabhola hwitagalila elya bhantu bhonti esababu eyahupalamasye nasha ponile nantele.
48 Ὁ δὲ εἶπεν αὐτῇ, “Θύγατερ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.”
Wabhola, “Rendu, olyeteho lwaho luponizye. Bhalaga umwe no lweteho.”
49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων, ὅτι “Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.”
Nali ayangaga ego ahenzele, omntu afume hukhaya eya ola ogosi, owe shibhanza, “Wabhola orendu waho afwiye. Ogajehuyanzyosambelezi.”
50 Ὁ δὲ ˚Ἰησοῦς ἀκούσας, ἀπεκρίθη αὐτῷ, “Μὴ φοβοῦ, μόνον πίστευε, καὶ σωθήσεται.”
Lelo oYesu nawovwa, ego, wagalula ugajebhe, “Nowoga. Ateha awe wape, abhapone.”
51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ, εἰ μὴ Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς, καὶ τὴν μητέρα.
Nawafiha mnyumba, sagaleshile omntu aje ayinjile hata omo, ila oPetro, no Yohana no Yakobo, no Yise wole, omwana no nyina.
52 Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, “Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει.”
Na bhantu bhonti bhali bhalilaga na zonde, wayanga, “Majelile safwiye, ono, eshi aganile tulo wene.”
53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Bhaseshile tee, afanaje bhamenye aje afwiye.
54 Αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, “Ἡ παῖς, ἔγειρε!”
Wakhata, okhono, wakhola hwizu, wayanga, “sahala, bhoha”
55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
URoho yakwe yawela, wape mara eyo wemelela. Wabhabhola wapele eshalye.
56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
AYise bhakwe bhaswijile, tee lelo wabhakhana bhagaje hubhole omntu lyelifumiye.

< Κατα Λουκαν 8 >