< Κατα Λουκαν 6 >

1 Ἐγένετο δὲ ἐν Σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἤσθιον τοὺς στάχυας, ψώχοντες ταῖς χερσίν.
و واقع شد در سبت دوم اولین که او از میان کشت زارها می‌گذشت و شاگردانش خوشه‌ها می‌چیدند و به کف مالیده می‌خوردند.۱
2 Τινὲς δὲ τῶν Φαρισαίων εἶπον, “Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς Σάββασιν;”
و بعضی از فریسیان بدیشان گفتند: «چرا کاری می‌کنید که کردن آن در سبت جایز نیست.»۲
3 Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ˚Ἰησοῦς, “Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετʼ αὐτοῦ
عیسی در جواب ایشان گفت: «آیا نخوانده ایدآنچه داود و رفقایش کردند در وقتی که گرسنه بودند،۳
4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως λαβὼν, ἔφαγεν καὶ ἔδωκεν τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ μόνους τοὺς ἱερεῖς;”
که چگونه به خانه خدا درآمده نان تقدمه را گرفته بخورد و به رفقای خود نیز داد که خوردن آن جز به کهنه روا نیست.»۴
5 Καὶ ἔλεγεν αὐτοῖς, “˚Κύριός ἐστιν τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.”
پس بدیشان گفت: «پسر انسان مالک روز سبت نیز هست.»۵
6 Ἐγένετο δὲ ἐν ἑτέρῳ Σαββάτῳ, εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
و در سبت دیگر به کنیسه درآمده تعلیم می‌داد و در آنجا مردی بود که دست راستش خشک بود.۶
7 Παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ Σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
و کاتبان و فریسیان چشم بر اومی داشتند که شاید در سبت شفا دهد تا شکایتی بر او یابند.۷
8 Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, “Ἔγειρε, καὶ στῆθι εἰς τὸ μέσον.” Καὶ ἀναστὰς, ἔστη.
او خیالات ایشان را درک نموده، بدان مرد دست خشک گفت: «برخیز و در میان بایست.» در حال برخاسته بایستاد.۸
9 Εἶπεν δὲ ὁ ˚Ἰησοῦς πρὸς αὐτούς, “Ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ Σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;”
عیسی بدیشان گفت: «از شما چیزی می‌پرسم که در روزسبت کدام رواست، نیکویی‌کردن یا بدی، رهانیدن جان یا هلاک کردن؟»۹
10 Καὶ περιβλεψάμενος πάντας αὐτοὺς, εἶπεν αὐτῷ, “Ἔκτεινον τὴν χεῖρά σου.” Ὁ δὲ ἐποίησεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ.
پس چشم خود را بر جمیع ایشان گردانیده، بدو گفت: «دست خود را دراز کن.» او چنان کرد و فور دستش مثل دست دیگر صحیح گشت.۱۰
11 Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ ˚Ἰησοῦ.
اما ایشان ازحماقت پر گشته به یکدیگر می‌گفتند که «باعیسی چه کنیم؟»۱۱
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις, ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ ˚Θεοῦ.
و در آن روزها برفراز کوه برآمد تا عبادت کند وآن شب را در عبادت خدا به صبح آورد.۱۲
13 Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν:
و چون روز شد، شاگردان خود را پیش طلبیده دوازده نفر از ایشان را انتخاب کرده، ایشان را نیزرسول خواند.۱۳
14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον,
یعنی شمعون که او را پطرس نیز نام نهاد و برادرش اندریاس، یعقوب و یوحنا، فیلپس و برتولما،۱۴
15 καὶ Μαθθαῖον, καὶ Θωμᾶν, Ἰάκωβον Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν,
متی و توما، یعقوب ابن حلفی و شمعون معروف به غیور.۱۵
16 καὶ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριὼθ, ὃς ἐγένετο προδότης.
یهودا برادریعقوب و یهودای اسخریوطی که تسلیم‌کننده وی بود.۱۶
17 Καὶ καταβὰς μετʼ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἰερουσαλὴμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
و با ایشان به زیر آمده، بر جای همواربایستاد. و جمعی از شاگردان وی و گروهی بسیاراز قوم، از تمام یهودیه و اورشلیم و کناره دریای صور و صیدون آمدند تا کلام او را بشنوند و ازامراض خود شفا یابند.۱۷
18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο.
و کسانی که از ارواح پلید معذب بودند، شفا یافتند.۱۸
19 Καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
و تمام آن گروه می‌خواستند او را لمس کنند. زیرا قوتی از وی صادر شده، همه را صحت می‌بخشید.۱۹
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, “Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
پس نظر خود را به شاگردان خویش افکنده، گفت: «خوشابحال شما‌ای مساکین زیراملکوت خدا از آن شما است.۲۰
21 Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
خوشابحال شماکه اکنون گرسنه‌اید، زیرا که سیر خواهید شد. خوشابحال شما که الحال گریانید، زیرا خواهیدخندید.۲۱
22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
خوشابحال شما وقتی که مردم بخاطرپسر انسان از شما نفرت گیرند و شما را از خودجدا سازند و دشنام دهند و نام شما را مثل شریربیرون کنند.۲۲
23 Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ σκιρτήσατε, ἰδοὺ γὰρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
در آن روز شاد باشید و وجدنمایید زیرا اینک اجر شما در آسمان عظیم می‌باشد، زیرا که به همینطور پدران ایشان با انبیاسلوک نمودند.۲۳
24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
«لیکن وای بر شما‌ای دولتمندان زیرا که تسلی خود را یافته‌اید.۲۴
25 Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
وای بر شما‌ای سیرشدگان، زیرا گرسنه خواهید شد. وای بر شماکه الان خندانید زیرا که ماتم و گریه خواهید کرد.۲۵
26 Οὐαὶ ὅταν ὑμᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
وای بر شما وقتی که جمیع مردم شما راتحسین کنند، زیرا همچنین پدران ایشان با انبیای کذبه کردند.۲۶
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
«لیکن‌ای شنوندگان شما را می‌گویم دشمنان خود را دوست دارید و با کسانی که ازشما نفرت کنند، احسان کنید.۲۷
28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.
و هر‌که شما رالعن کند، برای او برکت بطلبید و برای هرکه با شماکینه دارد، دعای خیر کنید.۲۸
29 Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
و هرکه بر رخسارتو زند، دیگری را نیز به سوی او بگردان و کسی‌که ردای تو را بگیرد، قبا را نیز از او مضایقه مکن.۲۹
30 Παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.
هرکه از تو سوال کند بدو بده و هر‌که مال تو راگیرد از وی باز مخواه.۳۰
31 Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
و چنانکه می‌خواهیدمردم با شما عمل کنند، شما نیز به همانطور باایشان سلوک نمایید.۳۱
32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
«زیرا اگر محبان خود را محبت نمایید، شما را چه فضیلت است؟ زیرا گناهکاران هم محبان خود را محبت می‌نمایند.۳۲
33 Καὶ γὰρ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
و اگر احسان کنید با هر‌که به شما احسان کند، چه فضیلت دارید؟ چونکه گناهکاران نیز چنین می‌کنند.۳۳
34 Καὶ ἐὰν δανίσητε παρʼ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; Καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.
واگر قرض دهید به آنانی که امید بازگرفتن از ایشان دارید، شما را چه فضیلت است؟ زیرا گناهکاران نیز به گناهکاران قرض می‌دهند تا از ایشان عوض گیرند.۳۴
35 Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
بلکه دشمنان خود را محبت نمایید واحسان کنید و بدون امید عوض، قرض دهید زیراکه اجر شما عظیم خواهد بود و پسران حضرت اعلی خواهید بود چونکه او با ناسپاسان وبدکاران مهربان است.۳۵
36 Γίνεσθε οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
پس رحیم باشید چنانکه پدر شما نیز رحیم است.۳۶
37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.
«داوری مکنید تا بر شما داوری نشود وحکم مکنید تا بر شما حکم نشود و عفو کنید تاآمرزیده شوید.۳۷
38 Δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν, πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν, ᾧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.”
بدهید تا به شما داده شود. زیرا پیمانه نیکوی افشرده و جنبانیده و لبریز شده را در دامن شما خواهند گذارد. زیرا که به همان پیمانه‌ای که می‌پیمایید برای شما پیموده خواهدشد.»۳۸
39 Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς: “Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
پس برای ایشان مثلی زد که «آیا می‌تواند کور، کور را راهنمایی کند؟ آیا هر دو در حفره‌ای نمی افتند؟۳۹
40 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
شاگرد از معلم خویش بهتر نیست لیکن هر‌که کامل شده باشد، مثل استاد خود بود.۴۰
41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
و چرا خسی را که در چشم برادر تو است می‌بینی و چوبی را که در چشم خود داری نمی یابی؟۴۱
42 Πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ‘Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου’, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.
و چگونه بتوانی برادر خود را گویی‌ای برادر اجازت ده تا خس را از چشم تو برآورم و چوبی را که در چشم خود داری نمی بینی. ای ریاکار اول چوب را از چشم خود بیرون کن، آنگاه نیکو خواهی دید تا خس را از چشم برادر خودبرآوری.۴۲
43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
«زیرا هیچ درخت نیکو میوه بد بارنمی آورد و نه درخت بد، میوه نیکو آورد.۴۳
44 Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν.
زیراکه هر درخت از میوه‌اش شناخته می‌شود از خارانجیر را نمی یابند و از بوته، انگور را نمی چینند.۴۴
45 Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν. Ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
آدم نیکو از خزینه خوب دل خود چیز نیکوبرمی آورد و شخص شریر از خزینه بد دل خویش چیز بد بیرون می‌آورد. زیرا که از زیادتی دل زبان سخن می‌گوید.۴۵
46 Τί δέ με καλεῖτε “˚Κύριε, ˚Κύριε”, καὶ οὐ ποιεῖτε ἃ λέγω;
«و چون است که مرا خداوندا خداوندامی گویید و آنچه می‌گویم بعمل نمی آورید.۴۶
47 Πᾶς ὁ ἐρχόμενος πρός με, καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος:
هر‌که نزد من آید و سخنان مرا شنود و آنها را به‌جا آورد، شما را نشان می‌دهم که به چه کس مشابهت دارد.۴۷
48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν, διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.
مثل شخصی است که خانه‌ای می‌ساخت و زمین را کنده گود نمود و بنیادش رابر سنگ نهاد. پس چون سیلاب آمده، سیل بر آن خانه زور آورد، نتوانست آن را جنبش دهد زیراکه بر سنگ بنا شده بود.۴۸
49 Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρρηξεν ὁ ποταμός καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.”
لیکن هر‌که شنید وعمل نیاورد مانند شخصی است که خانه‌ای برروی زمین بی‌بنیاد بنا کرد که چون سیل بر آن صدمه زد، فور افتاد و خرابی آن خانه عظیم بود.»۴۹

< Κατα Λουκαν 6 >