< Κατα Λουκαν 4 >

1 ˚Ἰησοῦς δὲ πλήρης ˚Πνεύματος Ἁγίου, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ ˚Πνεύματι ἐν τῇ ἐρήμῳ,
さて、聖霊に満ちたイエスは、ヨルダンから帰られた。そして御霊に導かれて荒野におり、
2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν, ἐπείνασεν.
四十日間、悪魔の試みに会われた。その間何も食べず、その時が終わると、空腹を覚えられた。
3 Εἶπεν δὲ αὐτῷ ὁ διάβολος, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.”
そこで、悪魔はイエスに言った。「あなたが神の子なら、この石に、パンになれと言いつけなさい。」
4 Καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, “Γέγραπται, ὅτι ‘Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.’”
イエスは答えられた。「『人はパンだけで生きるのではない。』と書いてある。」
5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.
また、悪魔はイエスを連れて行き、またたくまに世界の国々を全部見せて、
6 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, “Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν.
こう言った。「この、国々のいっさいの権力と栄光とをあなたに差し上げましょう。それは私に任されているので、私がこれと思う人に差し上げるのです。
7 Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.”
ですから、もしあなたが私を拝むなら、すべてをあなたのものとしましょう。」
8 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Γέγραπται, ‘˚Κύριον τὸν ˚Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.’”
イエスは答えて言われた。「『あなたの神である主を拝み、主にだけ仕えなさい。』と書いてある。」
9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
また、悪魔はイエスをエルサレムに連れて行き、神殿の頂に立たせて、こう言った。「あなたが神の子なら、ここから飛び降りなさい。
10 γέγραπται γὰρ, ὅτι ‘Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε’,
『神は、御使いたちに命じてあなたを守らせる。』とも、
11 καὶ, ὅτι ‘Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.’”
『あなたの足が石に打ち当たることのないように、彼らの手で、あなたをささえさせる。』とも書いてあるからです。」
12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, ὅτι “Εἴρηται, ‘Οὐκ ἐκπειράσεις ˚Κύριον τὸν ˚Θεόν σου.’”
するとイエスは答えて言われた。「『あなたの神である主を試みてはならない。』と言われている。」
13 Καὶ συντελέσας πάντα πειρασμὸν, ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
誘惑の手を尽くしたあとで、悪魔はしばらくの間イエスから離れた。
14 Καὶ ὑπέστρεψεν ὁ ˚Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ ˚Πνεύματος εἰς τὴν Γαλιλαίαν. Καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
イエスは御霊の力を帯びてガリラヤに帰られた。すると、その評判が回り一帯に、くまなく広まった。
15 Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
イエスは、彼らの会堂で教え、みなの人にあがめられた。
16 Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
それから、イエスはご自分の育ったナザレに行き、いつものとおり安息日に会堂にはいり、朗読しようとして立たれた。
17 Καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀνοίξας τὸ βιβλίον, εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,
すると、預言者イザヤの書が手渡されたので、その書を開いて、こう書いてある所を見つけられた。
18 “˚Πνεῦμα ˚Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
「わたしの上に主の御霊がおられる。 主が、貧しい人々に福音を伝えるようにと、 わたしに油を注がれたのだから。 主はわたしを遣わされた。 捕われ人には赦免を、 盲人には目の開かれることを告げるために。 しいたげられている人々を自由にし、
19 κηρύξαι ἐνιαυτὸν ˚Κυρίου δεκτόν.”
主の恵みの年を告げ知らせるために。」
20 Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
イエスは書を巻き、係りの者に渡してすわられた。会堂にいるみなの目がイエスに注がれた。
21 Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι “Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”
イエスは人々にこう言って話し始められた。「きょう、聖書のこのみことばが、あなたがたが聞いたとおり実現しました。」
22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, “Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;”
みなイエスをほめ、その口から出て来る恵みのことばに驚いた。そしてまた、「この人は、ヨセフの子ではないか。」と彼らは言った。
23 Καὶ εἶπεν πρὸς αὐτούς, “Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην: ‘“Ἰατρέ, θεράπευσον σεαυτόν”· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.’”
イエスは言われた。「きっとあなたがたは、『医者よ。自分を直せ。』というたとえを引いて、カペナウムで行なわれたと聞いていることを、あなたの郷里のここでもしてくれ、と言うでしょう。」
24 Εἶπεν δέ, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
また、こう言われた。「まことに、あなたがたに告げます。預言者はだれでも、自分の郷里では歓迎されません。
25 Ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
わたしが言うのは真実のことです。エリヤの時代に、三年六か月の間天が閉じて、全国に大ききんが起こったとき、イスラエルにもやもめは多くいたが、
26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας, πρὸς γυναῖκα χήραν.
エリヤはだれのところにも遣わされず、シドンのサレプタにいたやもめ女にだけ遣わされたのです。
27 Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ, ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.”
また、預言者エリシャのときに、イスラエルには、らい病人がたくさんいたが、そのうちのだれもきよめられないで、シリヤ人ナアマンだけがきよめられました。」
28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
これらのことを聞くと、会堂にいた人たちはみな、ひどく怒り、
29 καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν.
立ち上がってイエスを町の外に追い出し、町が立っていた丘のがけのふちまで連れて行き、そこから投げ落とそうとした。
30 Αὐτὸς δὲ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.
しかしイエスは、彼らの真中を通り抜けて、行ってしまわれた。
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ, πόλιν τῆς Γαλιλαίας. Καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς Σάββασιν.
それからイエスは、ガリラヤの町カペナウムに下られた。そして、安息日ごとに、人々を教えられた。
32 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
人々は、その教えに驚いた。そのことばに権威があったからである。
33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ,
また、会堂に、汚れた悪霊につかれた人がいて、大声でわめいた。
34 “Ἔα! Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ.”
「ああ、ナザレ人のイエス。いったい私たちに何をしようというのです。あなたは私たちを滅ぼしに来たのでしょう。私はあなたがどなたか知っています。神の聖者です。」
35 Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς λέγων, “Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ!” Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπʼ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.
イエスは彼をしかって、「黙れ。その人から出て行け。」と言われた。するとその悪霊は人々の真中で、その人を投げ倒して出て行ったが、その人は別に何の害も受けなかった。
36 Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, “Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;”
人々はみな驚いて、互いに話し合った。「今のおことばはどうだ。権威と力とでお命じになったので、汚れた霊でも出て行ったのだ。」
37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
こうしてイエスのうわさは、回りの地方の至る所に広まった。
38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. Πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
イエスは立ち上がって会堂を出て、シモンの家にはいられた。すると、シモンのしゅうとめが、ひどい熱で苦しんでいた。人々は彼女のためにイエスにお願いした。
39 Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα, διηκόνει αὐτοῖς.
イエスがその枕もとに来て、熱をしかりつけられると、熱がひき、彼女はすぐに立ち上がって彼らをもてなし始めた。
40 Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν, ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν, τὰς χεῖρας ἐπιτιθεὶς, ἐθεράπευεν αὐτούς.
日が暮れると、いろいろな病気で弱っている者をかかえた人たちがみな、その病人をみもとに連れて来た。イエスは、ひとりひとりに手を置いて、いやされた。
41 Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα, ὅτι “Σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ.” Καὶ ἐπιτιμῶν, οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν ˚Χριστὸν αὐτὸν εἶναι.
また、悪霊どもも、「あなたこそ神の子です。」と大声で叫びながら、多くの人から出て行った。イエスは、悪霊どもをしかって、ものを言うのをお許しにならなかった。彼らはイエスがキリストであることを知っていたからである。
42 Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.
朝になって、イエスは寂しい所に出て行かれた。群衆は、イエスを捜し回って、みもとに来ると、イエスが自分たちから離れて行かないよう引き止めておこうとした。
43 Ὁ δὲ εἶπεν πρὸς αὐτοὺς, ὅτι “Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.”
しかしイエスは、彼らにこう言われた。「ほかの町々にも、どうしても神の国の福音を宣べ伝えなければなりません。わたしは、そのために遣わされたのですから。」
44 Καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.
そしてユダヤの諸会堂で、福音を告げ知らせておられた。

< Κατα Λουκαν 4 >