< Κατα Λουκαν 19 >

1 Καὶ εἰσελθὼν, διήρχετο τὴν Ἰεριχώ.
Jesus entered Jericho and made his way through the town.
2 Καὶ ἰδοὺ, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος.
There was a man there, known by the name of Zacchaeus, who was a commissioner of taxes and a rich man.
3 Καὶ ἐζήτει ἰδεῖν τὸν ˚Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
He tried to see what Jesus was like; but, being short, he was unable to do so because of the crowd.
4 Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
So he ran on ahead and climbed into a mulberry tree, to see Jesus, for he knew that he must pass that way.
5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας, ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.”
When Jesus came to the place, he looked up and said to him: “Zacchaeus, be quick and come down, for I must stop at your house to-day.”
6 Καὶ σπεύσας, κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
So Zacchaeus got down quickly, and joyfully welcomed him.
7 Καὶ ἰδόντες, πάντες διεγόγγυζον λέγοντες, ὅτι “Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.”
On seeing this, every one began to complain: “He has gone to stay with a man who is an outcast.”
8 Σταθεὶς δὲ, Ζακχαῖος εἶπεν πρὸς τὸν ˚Κύριον, “Ἰδοὺ, τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, ˚Κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.”
But Zacchaeus stood forward and said to the Master: “Listen, Master! I will give half my property to the poor, and, if I have defrauded any one of anything, I will give him back four times as much.”
9 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, ὅτι “Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
“Salvation has come to this house to-day,” answered Jesus, “for even this man is a son of Abraham.
10 Ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.”
The Son of Man has come to ‘search for those who are lost’ and to save them.”
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς, εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἀναφαίνεσθαι.
As the people were listening to this, Jesus went on to tell them a parable. He did so because he was near Jerusalem, and because they thought that the Kingdom of God was going to be proclaimed at once.
12 Εἶπεν οὖν, “Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
He said: “A nobleman once went to a distant country to receive his appointment to a Kingdom and then return.
13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‘Πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.’
He called ten of his servants and gave them ten pounds each, and told them to trade with them during his absence.
14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‘Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς.’
But his subjects hated him and sent envoys after him to say ‘We will not have this man as our King.’
15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν, λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
On his return, after having been appointed King, he directed that the servants to whom he had given his money should be summoned, so that he might learn what amount of trade they had done.
16 Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‘Κύριε, ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς.’
The first came up, and said ‘Sir, your ten pounds have made a hundred.’
17 Καὶ εἶπεν αὐτῷ, ‘Εὖ ἀγαθὲ δοῦλε! Ὅτι ἐν ἐλαχίστῳ, πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.’
‘Well done, good servant!’ exclaimed the master. ‘As you have proved trustworthy in a very small matter, I appoint you governor over ten towns.’
18 Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‘Ἡ μνᾶ σου, Κύριε, ἐποίησεν πέντε μνᾶς.’
When the second came, he said ‘Your ten pounds, Sir, have produced fifty.’
19 Εἶπεν δὲ καὶ τούτῳ, ‘Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.’
So the master said to him ‘And you I appoint over five towns.’
20 Καὶ ὁ ἕτερος ἦλθεν λέγων, ‘Κύριε, ἰδοὺ, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
Another servant also came and said ‘Sir, here are your ten pounds; I have kept them put away in a handkerchief.
21 Ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.’
For I was afraid of you, because you are a stern man. You take what you have not planted, and reap what you have not sown.’
22 Λέγει αὐτῷ, ‘Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ἬΙδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
The master answered ‘Out of your own mouth I judge you, you worthless servant. You knew that I am a stern man, that I take what I have not planted, and reap what I have not sown?
23 Καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν, σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;’
Then why did not you put my money into a bank? And I, on my return, could have claimed it with interest.
24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‘Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ, τὰς δέκα μνᾶς ἔχοντι.’
Take away from him the ten pounds,’ he said to those standing by, ‘and give them to the one who has the hundred.’
25 Καὶ εἶπαν αὐτῷ, ‘Κύριε, ἔχει δέκα μνᾶς.’
‘But, Sir,’ they interposed, ‘he has a hundred pounds already!’
26 Λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι, δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται.
‘I tell you,’ he answered, ‘that, to him who has, more will be given, but, from him who has nothing, even what he has will be taken away.
27 Πλὴν τοὺς ἐχθρούς μου τούτους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.”
But as for my enemies, these men who would not have me as their King, bring them here and put them to death in my presence.’”
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
After saying this, Jesus went on in front, going up to Jerusalem.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανιὰ, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
It was when Jesus had almost reached Bethphage and Bethany, near the Mount of Olives, that he sent on two of the disciples.
30 λέγων, “Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν, ἀγάγετε.
“Go to the village facing us,” he said, “and, when you get there, you will find a foal tethered, which no one has yet ridden; untie it and lead it here.
31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‘Διὰ τί λύετε;’ Οὕτως ἐρεῖτε, ὅτι ‘Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.’”
And, if anybody asks you ‘Why are you untying it?,’ you are to say this — ‘The Master wants it.’”
32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
So the two who were sent went and found it as Jesus had told them.
33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, “Τί λύετε τὸν πῶλον;”
While they were untying the foal, the owners asked them — “Why are you untying the foal?”
34 Οἱ δὲ εἶπαν, ὅτι “Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.”
And the two disciples answered — “The Master wants it.”
35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν ˚Ἰησοῦν.
Then they led it back to Jesus, and threw their cloaks on the foal and put Jesus upon it.
36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.
As he went along, the people kept spreading their cloaks in the road.
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν ˚Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
When he had almost reached the place where the road led down the Mount of Olives, every one of the many disciples began in their joy to praise God loudly for all the miracles that they had seen:
38 λέγοντες, “‘Εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι ˚Κυρίου’· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.”
“Blessed is He who comes — Our King — in the name of the Lord! Peace in Heaven, And glory on high.”
39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, “Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.”
Some of the Pharisees in the crowd said to him: “Teacher, reprove your disciples.”
40 Καὶ ἀποκριθεὶς εἶπεν, “Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.”
But Jesus answered: “I tell you that if these men are silent, the very stones will call out.”
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπʼ αὐτήν
When he drew near, on seeing the city, he wept over it, and said:
42 λέγων, ὅτι “Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ σὺ, τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
“Would that you had known, while yet there was time — even you — the things that make for peace! But now they have been hidden from your sight.
43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
For a time is coming upon you when your enemies will surround you with earthworks, and encircle you, and hem you in on all sides;
44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.”
they will trample you down and your children within you, and they will not leave in you one stone upon another, because you did not know ‘the time of your visitation.’”
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
Jesus went into the Temple Courts and began to drive out those who were selling,
46 λέγων αὐτοῖς, “Γέγραπται, ‘Ὁ οἶκός μου οἶκος προσευχῆς’, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε ‘σπήλαιον λῃστῶν’.”
saying as he did so: “Scripture says — ‘My House shall be a House of Prayer’; but you have made it ‘a den of robbers.’”
47 Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
Jesus continued to teach each day in the Temple Courts; but the Chief Priests and Teachers of the Law were eager to take his life, and so also were the leading men.
48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέμετο αὐτοῦ ἀκούων.
Yet they could not see what to do, for the people all hung upon his words.

< Κατα Λουκαν 19 >