< Κατα Λουκαν 14 >

1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων Φαρισαίων, Σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
息日,耶穌進了一個法利賽人首領的家中吃飯;他們就留心觀察他。
2 Καὶ ἰδοὺ, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
在他面前有一個患水臌症的人。
3 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, “Ἔξεστιν τῷ Σαββάτῳ θεραπεῦσαι ἢ οὔ;”
耶穌對法學士及法利賽人說道:「安息日不許治病﹖」
4 Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος, ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
他們都默然不語。耶穌遂扶著那人,治好他,叫他走了。
5 Καὶ πρὸς αὐτοὺς εἶπεν, “Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ Σαββάτου;”
然後向他們說:「你們中間,誰的兒子或牛掉在井裏,在安息日這一天,不立拉上來呢﹖」
6 Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
他們這話不能答辯。
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς,
耶穌注意到被邀請的人,如何爭選首席,便對他們講了一個比喻說:「
8 “Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ,
幾時你被人請去赴婚筵,不要坐在首席上,怕有比你更尊貴的客也被他請來,
9 καὶ ἐλθὼν, ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, ‘Δὸς τούτῳ τόπον’, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
那請你而又請他的人要來向你說:請讓坐給這個人! 那時,你就要含羞地去坐末席了。
10 Ἀλλʼ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, ‘Φίλε, προσανάβηθι ἀνώτερον.’ Τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
你幾時被請,應去坐末席,等那請你的人走來給你說: 朋友,請上坐罷! 那時,在你同席的眾人面前,你才有光彩。
11 Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
因為凡高舉自己的,必被貶抑;凡貶抑自己的,必被高舉。」
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, “Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
耶穌也向請他的人說:「幾時你設午宴或晚宴,不要請你的朋友、兄弟、親戚及富有的鄰人,怕他們也要回請而還報你。
13 Ἀλλʼ ὅταν ποιῇς δοχὴν κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς,
但你幾時設宴,要請貧窮的、殘廢的、瘸腿的、瞎眼的人。
14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.”
如此,你有福了,因為他們沒有可報答你的;但在義人復活的時候,你必能得到償報。」
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα, εἶπεν αὐτῷ, “Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
有一個同席的聽了這些話,就向耶穌說: 「將來能在天上的國裏吃飯的,才是有福的! 」
16 Ὁ δὲ εἶπεν αὐτῷ, “Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς.
耶穌給他說: 「有一個人設了盛宴,邀請了許多人。
17 Καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‘Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν.’
到了宴會的時刻,他便打發僕人去給被請的人說: 請來罷! 已經齊備了。
18 Καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. Ὁ πρῶτος εἶπεν αὐτῷ, ‘Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε ἔχε με παρῃτημένον.’
眾人開始一致推辭。第一個給他說:我買了一塊田地,必須前去看一看,請你原諒我。
19 Καὶ ἕτερος εἶπεν, ‘Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε ἔχε με παρῃτημένον.’
另一個說:我買了五對牛,要去試試牠們,請你原諒我。
20 Καὶ ἕτερος εἶπεν, ‘Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.’
別的一個說:我才娶了妻,所以不能去。
21 Καὶ παραγενόμενος, ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς, ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‘Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπείρους, καὶ τυφλοὺς, καὶ χωλοὺς, εἰσάγαγε ὧδε.’
僕人回來這事告訴了主人。家主就生了氣,給僕人說:你快出去,到城中的大街小巷,把那些貧窮的、殘廢的、瞎眼的、瘸腿的,都領到這裏來。
22 Καὶ εἶπεν ὁ δοῦλος, ‘Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.’
僕人說:主,已經照你的吩咐辦了,可是還有空位子。
23 Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ‘Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
主人對僕人說:你出去,到大道以及籬笆邊,勉強人進來,子坐滿我的屋子。
24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, γεύσεταί μου τοῦ δείπνου.’”
我告訴你們:先前被請到的那些人,沒有一個能嘗我這宴席的。」
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς, εἶπεν πρὸς αὐτούς,
有許多群眾與耶穌同行,耶穌轉身向他們說:「
26 “Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται μου εἶναι μαθητής.
如果誰來就我,而不惱恨自己的父親、母親、妻子、兒女、兄弟、姊妹,甚至自己的性命,不能做我的門徒。
27 Ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
不論誰,若不背著自己的十字架,在我後面走,不能做我的門徒。
28 Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας, ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
你們中間誰願意建造一座塔,而不先坐下籌算費用,是否有力完成呢﹖
29 Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
免得他奠基以後,竟不能完工,所有看見的人都要譏笑他,
30 λέγοντες, ὅτι ‘Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.’
說這個人開始建造,而不能完工。
31 Ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
或者一個國王要去同別的國王交戰,那有不先坐下運籌一下,能否以一萬人,去抵抗那領著兩萬來攻打他的呢﹖
32 Εἰ δὲ μή γε ἔτι αὐτοῦ πόρρω ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ εἰρήνην.
如果不能,就得趁那國王離得尚遠的時候,派遣使節去求和平的條款。
33 Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
同樣,你們中不論是誰,如不捨棄他的有一切所,就不能做我的門徒。
34 Καλὸν οὖν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
鹽原是好的,但如果鹽也失了味道,要用什麼來調和它呢﹖
35 Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.”
既不利於土壤,又不適於糞料,惟有把它丟在外面。有耳聽的,聽罷! 」

< Κατα Λουκαν 14 >