< Κατα Λουκαν 1 >

1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν, περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
Kad nu daudzi uzņēmušies sarakstīt stāstus par tām lietām, kas mūsu starpā tik tiešām notikušas,
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς, αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
Tā kā tie mums ziņu devuši, kas no iesākuma paši tās redzējuši un Dieva vārda kalpi bijuši:
3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
Tad arī man likās labi esam, ka es visas šīs lietas no pirmā gala it smalki izmeklējis, pēc kārtas tev sarakstu, mans mīļais Teofil,
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Ka tu vari atzīt to īsteno mācības patiesību, kas tev mācīta.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς, Ἐλισάβετ.
Hērodus, Jūdejas ķēniņa, laikā bija viens priesteris, vārdā Zaharija, no Abijas kārtas, un viņa sieva no Ārona meitām, un viņai vārds bija Elizabete.
6 Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ ˚Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ ˚Κυρίου ἄμεμπτοι.
Un tie abi bija taisni Dieva priekšā, nenoziedzīgi staigādami iekš visiem Tā Kunga baušļiem un likumiem.
7 Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Un tiem nebija neviena bērna; jo Elizabete bija neauglīga, un tie abi jau bija piedzīvojuši labu vecumu.
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν, ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ ˚Θεοῦ,
Bet notikās, viņam svēto priestera darbu Dieva priekšā darot savā pienākamā kārtā,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ ˚Κυρίου.
Tad pēc priesteru ieraduma viņam pienācās ieiet Tā Kunga namā un kvēpināt.
10 Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
Un viss ļaužu pulks ārā lūdza Dievu tai kvēpināšanas stundā.
11 Ὤφθη δὲ αὐτῷ ἄγγελος ˚Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
Bet viņam Tā Kunga eņģelis parādījās, stāvēdams pie kvēpināšanas altāra labās puses.
12 Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
Un Zaharija to redzēdams izbijās, un bailes tam uznāca.
13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, “Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
Bet tas eņģelis uz to sacīja: “Nebīsties, Zaharija, jo tava lūgšana ir paklausīta, un tava sieva Elizabete dzemdēs dēlu, un tu viņa vārdu sauksi: Jānis.
14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
Un tev būs prieks un līksmība, un daudzi par viņa piedzimšanu priecāsies.
15 Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ ˚Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ ˚Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
Jo viņš būs liels Tā Kunga priekšā, vīnu un stipru dzērienu viņš nedzers un vēl savas mātes miesās viņš taps piepildīts ar Svētu Garu.
16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ ˚Κύριον, τὸν ˚Θεὸν αὐτῶν.
Un viņš daudz no Israēla bērniem atgriezīs pie Tā Kunga, sava Dieva.
17 Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι ˚Κυρίῳ λαὸν κατεσκευασμένον.”
Un viņš ies Viņa priekšā Elijas garā un spēkā, atgriezdams tēvu sirdis pie bērniem un neklausīgos pie taisno gudrības, Tam Kungam sataisīt gatavus ļaudis.”
18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, “Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.”
Un Zaharija sacīja uz to eņģeli: “Kā es to zināšu? Jo es esmu vecs, un mana sieva jau ir vecīga.”
19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, “Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
Un tas eņģelis atbildēja un uz to sacīja: “Es esmu Gabriēls, kas stāv Dieva priekšā, un esmu sūtīts ar tevi runāt un tev pasludināt šo prieka vēsti.
20 Καὶ ἰδοὺ, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.”
Un redzi, tu tapsi mēms un nevarēsi runāt līdz tai dienai, kad šās lietas notiks, tāpēc ka tu neesi ticējis maniem vārdiem, kas notiks savā laikā.”
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ.
Un tie ļaudis gaidīja uz Zahariju un brīnījās par viņa kavēšanos Dieva namā.
22 Ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
Un ārā iznācis tas nevarēja uz tiem runāt, un tie nomanīja, ka viņš Dieva namā bija redzējis kādu parādīšanu, un viņš tiem meta ar roku un palika mēms.
23 Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Un notikās, kad viņa kalpošanas dienas bija pabeigtas, tad viņš nogāja uz savām mājām.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα,
Un pēc šīm dienām Elizabete, viņa sieva, tapa grūta un paslēpās piecus mēnešus sacīdama:
25 ὅτι “Οὕτως μοι πεποίηκεν ˚Κύριος, ἐν ἡμέραις αἷς ἐπεῖδεν, ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.”
“Tā Tas Kungs man ir darījis tanīs dienās, kad Viņš mani uzlūkojis, no manis atņemt manu kaunu starp cilvēkiem.”
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ ˚Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ,
Un sestā mēnesī eņģelis Gabriēls no Dieva tapa sūtīts uz Galilejas pilsētu ar vārdu Nacarete
27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
Pie jumpravas, kas bija saderēta vīram, kam vārds Jāzeps, no Dāvida cilts, un tās jumpravas vārds bija Marija.
28 Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν, εἶπεν, “Χαῖρε, κεχαριτωμένη! Ὁ ˚Κύριος μετὰ σοῦ.”
Un pie tās ienācis tas eņģelis sacīja: “Esi sveicināta, tu apžēlotā, Tas Kungs ar tevi, tu augsti teicama starp sievām.”
29 Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Bet viņa to redzēdama iztrūkās par viņa valodu un domāja pie sevis, kas tā par sveicināšanu?
30 Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, “Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ ˚Θεῷ.
Un tas eņģelis uz to sacīja: “Nebīsties, Marija, jo tu žēlastību esi atradusi pie Dieva.
31 Καὶ ἰδοὺ, συλλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦν.
Un redzi, tu tapsi grūta savās miesās un dzemdēsi Dēlu un sauksi Viņa vārdu: Jēzus.
32 Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ ˚Κύριος ὁ ˚Θεὸς τὸν θρόνον Δαυὶδ, τοῦ πατρὸς αὐτοῦ,
Tas būs liels un taps nosaukts Tā Visuaugstākā Dēls, un Dievs Tas Kungs Tam dos Viņa tēva Dāvida krēslu.
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ, εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ, οὐκ ἔσται τέλος.” (aiōn g165)
Un Viņš valdīs pār Jēkaba namu mūžīgi, un Viņa valstībai nebūs gals.” (aiōn g165)
34 Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, “Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;”
Bet Marija sacīja uz to eņģeli: “Kā lai tas notiek? Jo es no vīra nezinos.”
35 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, “˚Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς ˚Θεοῦ.
Un tas eņģelis atbildēja un uz to sacīja: “Tas Svētais Gars nāks pār tevi un Tā Visuaugstākā spēks tevi apēnos, tāpēc arī Tas Svētais, kas no tevis dzims, taps nosaukts Dieva Dēls.
36 Καὶ ἰδοὺ, Ἐλισάβετ, ἡ συγγενίς σου, καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ.
Un redzi, Elizabete, tava radiniece, savā vecumā arīdzan ir grūta ar dēlu un iet tagad sestā mēnesī, kurai tāda slava, ka esot neauglīga.
37 Ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ ˚Θεοῦ πᾶν ῥῆμα.”
Jo Dievam nekāda lieta nav neiespējama.”
38 Εἶπεν δὲ Μαριάμ, “Ἰδοὺ, ἡ δούλη ˚Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.” Καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
Bet Marija sacīja: “Redzi, es esmu Tā Kunga kalpone, lai man notiek pēc tava vārda.” Un tas eņģelis no tās aizgāja.
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα,
Un Marija cēlās tanīs dienās un steidzās iet pār tiem kalniem uz vienu pilsētu iekš Jūda,
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Un iegāja Zaharijas namā un sveicināja Elizabeti.
41 Καὶ ἐγένετο, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη ˚Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ,
Un notikās, kad Elizabete Marijas sveicināšanu dzirdēja, tad tas bērniņš uzlēca viņas miesās, un Elizabete tapa Svēta Gara pilna.
42 καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν, “Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Un viņa stiprā balsī sauca un sacīja: “Tu esi augsti teicama starp sievām un augsti teicams ir tavas miesas auglis.
43 Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ ˚Κυρίου μου πρὸς ἐμέ;
Un kā tas man notiek, ka mana Kunga māte nāk pie manis?
44 Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
Jo redzi, tikko tavas sveicināšanas balss manās ausīs atskanēja, tad tas bērniņš manās miesās ar līksmību uzlēca.
45 Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ ˚Κυρίου.”
Un svētīga tu, kas esi ticējusi, jo tas taps piepildīts, kas tev no Tā Kunga sacīts.”
46 Καὶ εἶπεν Μαριάμ: “Μεγαλύνει ἡ ψυχή μου τὸν ˚Κύριον,
Un Marija sacīja: “Mana dvēsele teic augsti To Kungu,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ ˚Θεῷ, τῷ Σωτῆρί μου.
Un mans gars priecājās par Dievu, manu Pestītāju.
48 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί.
Jo Viņš ir uzlūkojis savas kalpones zemību; redzi, no šī laika visi bērnu bērni mani teiks svētīgu.
49 Ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
Jo Tas Spēcīgais lielas lietas pie manis darījis; un svēts ir Viņa Vārds.
50 ‘Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς, τοῖς φοβουμένοις αὐτόν.’
Un Viņa žēlastība paliek uz radu radiem pie tiem, kas Viņu bīstas.
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Viņš darījis varenus darbus ar Savu elkoni un izkaisījis, kas ir lieli savā sirds prātā.
52 Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς.
Viņš varenos nogrūdis no augstiem krēsliem, un pacēlis pazemīgos.
53 ‘Πεινῶντας ἐνέπλησεν ἀγαθῶν’, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Izsalkušos Viņš pildījis ar labumiem, un bagātos Viņš atstājis tukšus.
54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
Viņš uzņēmis Savu kalpu Israēli un pieminējis Savu žēlastību,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα.” (aiōn g165)
Kā Viņš runājis mūsu tēviem, Ābrahāmam un viņa bērniem mūžīgi.” (aiōn g165)
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Un Marija palika pie tās kādus trīs mēnešus, pēc tam viņa atgriezās atpakaļ uz savām mājām.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος, τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Un Elizabetes laiks nāca, ka tai bija dzemdēt, un viņa dzemdēja dēlu.
58 Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν ˚Κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Un viņas kaimiņi un radi dzirdēja, ka Tas Kungs lielu žēlastību pie tās bija darījis, un tie priecājās līdz ar viņu.
59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν.
Un notikās astotā dienā, tad tie nāca, to bērniņu apgraizīt, un pēc viņa tēva vārda to sauca Zahariju.
60 Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, “Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.”
Un viņa māte atbildēja un sacīja: “Nē, bet to būs nosaukt Jānis.”
61 Καὶ εἶπον πρὸς αὐτὴν, ὅτι “Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.”
Un tie viņai sacīja: “Neviena nav tavos rados, kam tāds vārds.”
62 Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
Un tie prasīja zīmes no viņa tēva, kā viņš gribētu, lai to sauc.
63 Καὶ αἰτήσας πινακίδιον, ἔγραψεν λέγων, “Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ.” Καὶ ἐθαύμασαν πάντες.
Un tas galdiņu prasījis rakstīja tā: viņa vārds ir Jānis. Par to visi brīnījās.
64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν ˚Θεόν.
Un tūdaļ viņa mute atdarījās, un viņa mēle tapa atraisīta, un tas runāja, Dievu slavēdams.
65 Καὶ ἐγένετο ἐπὶ πάντας φόβος, τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα.
Un izbailes uznāca visiem kaimiņiem, un visa šī lieta tapa zināma pa visiem Jūdu zemes kalniem.
66 Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, “Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;” Καὶ γὰρ χεὶρ ˚Κυρίου ἦν μετʼ αὐτοῦ.
Un visi, kas to dzirdēja, to ņēma pie sirds un sacīja: “Kas būs ar šo bērniņu? Jo Tā Kunga roka bija ar viņu.”
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη ˚Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων,
Un viņa tēvs Zaharija tapa Svēta Gara pilns, sludināja un sacīja:
68 “Εὐλογητὸς ˚Κύριος ὁ ˚Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
“Slavēts ir Tas Kungs, Israēla Dievs, jo tas Savus ļaudis piemeklējis un pestījis.
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυὶδ, παιδὸς αὐτοῦ,
Un mums uzcēlis pestīšanas ragu Sava kalpa Dāvida namā.
70 (καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ), (aiōn g165)
Kā Tas pirmajos laikos runājis caur Savu svēto praviešu muti; (aiōn g165)
71 σωτηρίαν ‘ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς’,
Ka Viņš mūs pestītu no mūsu ienaidniekiem un no visu to rokas, kas mūs ienīst;
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Un parādītu žēlastību mūsu tēviem un pieminētu Savu svēto derību
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ, τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
Un to stipro solīšanu, ko Viņš mūsu tēvam Ābrahāmam ir zvērējis, mums dot,
74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
Ka mēs, no savu ienaidnieku rokām pestīti, Viņam bez bailības kalpojam
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσαις ταῖς ἡμέραις ἡμῶν.
Iekš svētības un taisnības Viņa priekšā visu savu mūžu.
76 Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, ‘προπορεύσῃ γὰρ ἐνώπιον ˚Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ’,
Un tu, bērniņ, tapsi nosaukts tā Visuaugstākā pravietis; un tu Tam Kungam iesi priekšā, Viņa ceļus sataisīt,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
Un Viņa ļaudīm dot pestīšanas atzīšanu uz grēku piedošanu,
78 διὰ σπλάγχνα ἐλέους ˚Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Mūsu Dieva sirsnīgas žēlastības dēļ caur ko tas auseklis no augstības mūs apraudzījis;
79 ‘ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις’, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.”
Ka tas tiem atspīdētu, kas sēž tumsībā un nāves ēnā, un mūsu kājas atgrieztu uz miera ceļu.”
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Un tas bērniņš auga un garā stiprinājās, un bija tuksnesī līdz tai dienai, kad tas parādījās priekš Israēla ļaudīm.

< Κατα Λουκαν 1 >