< Πραξεις 6 >

1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Ikanisa palyahonjelelaga akule abhantu bhahabha bhinji, gahanda abhe amalulumwo hwa shirika Ayahudi abheshi Yunani bhabhalulumwaga aba Ebrania, huje afwele bhabho sebhabhagabhilaga shinza eshalye bhabhewaga.
2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν, “Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ ˚Θεοῦ, διακονεῖν τραπέζαις.
Atumwe bhabhakwizya ashirika bhonti, bhahaga seshinza ate alileshe izu lya Ngulubhi na bhatenganye amwe humambogeshalye.
3 Ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους, ἑπτὰ πλήρεις ˚Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
Eshi salulii abhantu saba abhinza bhabhali nu Mpepo Ufinjile tibhabhishe humbombo ene.
4 Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.”
Nate tibhakhale na deele mwizu lya Ngulubhi na puute.”
5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ ˚Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
Ezyo enongwa zyabha nyinza bhasalula u Stefano, umuntu uwelweteshelo nu Mpepo Ufinjile, nu Filipo, Prokoro, Nikanori, Timoni, Parmena, na Nikolao, wa hu Antiokia.
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Bhabhaleta hwa tumwe, abhantu ebha, bhabhapuutila na bhabhabheleshela amakhono gabho.
7 Καὶ ὁ λόγος τοῦ ˚Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Izu lya Ngulubhi lyavwambana na ashirika bhonjelela mu Yelusalemu bhope agosi bheshibhanza bhabhinji bhalyeteshe izu lya Ngulubhi.
8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Nu Stefano, muntu yali ne neema nikhone abhombaga amambo minji aga Ngulubhi agaswijizye hwa bhantu.
9 Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς, τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας, καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
Lelo bhahinza abhantu abhe Sinagogi lyalihwefwa Mahuru, nelya Bhakirene nelya Waeskanderia, na bhahukilikia na hu Asia. Abhantu ebha bhabisaniaga nu Stefano.
10 Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ ˚Πνεύματι, ᾧ ἐλάλει.
Lelo, sigabhawezizye ashindane nu Stefano umwene ali ne hekima nu Mpepo Ufinjile yayangaga mwa Stefano.
11 Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι “Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν ˚Θεόν.”
Abhantu ebho bhayanga na bhantu bhabhasuliha bhaga, “Mugaje uStefano aligaga uMusa nu Ngulubhi tumviwizye tete.”
12 Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες, συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ Συνέδριον,
Bhabhabuula azee, nasimbi, bhabhala bhakhata uStefano, bhaleta hwi baraza.
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, “Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου”,
bhabhaleta aketi abhilenga, bhaga, “umuntu unu sigaleha ayanje embibhi epa apa tuntumu ahuliga wu Ngulubhi nesheria ya Musa.
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ˚Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
Tumvwizye nayanga huje bhashi uYesu abhapananganye esheria zyetu ezyeshikhaya zyatapelilwe nu Musa.”
15 Καὶ ἀτενίσαντες εἰς αὐτὸν, πάντες οἱ καθεζόμενοι ἐν τῷ Συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου.
Shila muntu yaali pibaraza amaso gakwe gamwenya hulineshi umalaika.

< Πραξεις 6 >