< Πραξεις 28 >

1 Καὶ διασωθέντες, τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
Natafiha shinza tamanya huje tili hushisiwa shashihwitwa Malta.
2 Οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος.
Akhaaya bha paala bhaali bhinza, bhatipiye ishalye, bhatipembiye nu mwoto tahotile umwoto maana isasa ne mvula ya hali nyinji.
3 Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα, καθῆψε τῆς χειρὸς αὐτοῦ.
Lelo u Paulo aletile izigo lye nkwi nawabhiha mumwoto, inzuha yesumu yafuma munkwi yahwizinga mukhono gwa Paulo.
4 Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, “Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης, ἡ δίκη ζῆν οὐκ εἴασεν.”
Akhaaya nabhalola inzoha ilembeela mukhono gwa Paulo bhaga umuntu unu alije nyambuda yeenu inzoha ifwatile.
5 Ὁ μὲν οὖν, ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν.
Umwene uPaulo waikunyuntila mumwoto siga apite abhabhwe paponti.
6 Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν. Ἐπὶ πολὺ δὲ, αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
Abheene bhagaga jibha abhavimbe au abhagwe nafwe nabhaakhala hahinji bhahwega sangunduha nantele sigaa vwaliye napamo pamande bhaga unu ngulubhi.
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον, ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
Ugosi wi shisiwa shatahali watikaribisya akhaya yakwe, atipiye ishalye eshensiku zitatu.
8 Ἐγένετο δὲ, τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
Uise wa Pablio, u Pablio ugosi wishisiwa ahabhina. U Paulo wapuutila nabhiishe amakhono gakwe pitwe uise wa Pablio wapona.
9 Τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο,
Nalyafumila lila abhantu bhabhali na bhinu bhabhalete abhinu bhabho hwa Paulo bhonti bhapona.
10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις, ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
Abhantu bhatitiniha entiniho ingosi natahanzaga asogole bhatibiye evyalye vya vinji.
11 Μετὰ δὲ τρεῖς μῆνας, ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ παρασήμῳ Διοσκούροις.
Nagashila amezi gatatu taashulile ne meli ya Iskanda emeli eyo ihakhomwilwe ni sasa pashisiwa paala alongozi bhe meli eyo bhaali mapasa bhabhili.
12 Καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς,
Natafiha hu Sirakusa, tahakhiye ipo ensiku zitatu.
13 ὅθεν περιελόντες, κατηντήσαμεν εἰς Ῥήγιον. Καὶ μετὰ μίαν ἡμέραν, ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
Afume ipo tafiha hu Regio. Nalyashila isiku limo ihaala iyahu kusini yahavugula, nazyafiha ensiku zibhili tafiha hu Putoli.
14 οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν παρʼ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά. Καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
Uhwo tabhajile aholo bhetu, bhaatikaribisizye tikhale nabo ensiku saba, hwidala eli tafiha hu Rumi.
15 Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες, τὰ περὶ ἡμῶν, ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ ˚Θεῷ, ἔλαβε θάρσος.
Afume uhwo bhaala aholo habhuumvwa ihabari zyetu bhahinzile atejelela uhwo husokoni ya Apias na hu Hoteli zitatu. U Paulo na wabhalola bhaala aholo asungwilwe tee agwizizye umwoyo.
16 Ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθʼ ἑαυτὸν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Natafiha hu Roma, uPaulo aluhusiwe akhala mwene nu sikali yalindaga.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς, συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς, “Ἐγώ, Ἄνδρες, ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
Nazyashile ensiku zitatu, uPaulo wabhakwizya, alume bhabhaali bhalongozi hwa Yahudi. Nabhinza ahaga pamoja huje siga entulile na hamo hwa bhantu ebha, na huje embombile shenje ne taratibu zyaise bhetu bhabhatitagaliye hu Yerusalemu hadi ohu humakhono ga Bharumi.
18 οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
Nabhambuzya bhahaziliha andeshele wene, sigabhailolile esababu yehwanziwaje ane endongwe afwe.
19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
Lelo Ayahudi nabhayanjile eshenje ane nalazimishe akate ulufaa hwa Kaisaria, lelo siyo nailetaga mashata ensi yaane, au itaifa lyane.
20 Διὰ ταύτην οὖν τὴν αἰτίαν, παρεκάλεσα ὑμᾶς, ἰδεῖν καὶ προσλαλῆσαι, εἵνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.”
Aje enkete elufaa, ndiyo maana embakwizizye aje injanje namwe, aje aIsraeli alinuujasiri zyabhanfunjila.
21 Οἱ δὲ πρὸς αὐτὸν εἶπαν, “Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
Abheene bhaga sigatiwahile aposhele ekalata yayonti yefumile hu Yudea yehuyanga awe nantele nuumo umuntu yayonti yatilitiye enongwa zyaho.
22 Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν, ὅτι πανταχοῦ ἀντιλέγεται.”
Eshi tihwanzaje tumvwe afume huliwe ahusu ikundi lya bhantu ebha bhabhayanga shenje shila mahali.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο, διαμαρτυρόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ ˚Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως, καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
Nabhalibhaguye isiku elyayanje nawo, abhantu bhinji tee bhahinzile pakhalaga. Ayanjile lila lyabhafunjiye na yanje ezye uumfumu uwa humwanya, alinjile abhabhuule zyazihusu uYesu humadala gonti gabhili hu sheria ya Musa, na hwakuwe, ahwande shampwiti paka andyabhela.
24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
Bhamo bhahitiha bhamo bhahakhana.
25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν: ὅτι “Καλῶς τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
Nabhapotwa ahwitihane bheene, bhahasogola u Paulo nahayanga ijambo limo, Umpepo Ufinjile ayanjile ashilile wakuwe uIsaya hwaise bhetu.
26 λέγων, ‘Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν, “Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
Ubhale hwa bhantu ebha uje, whwumvwe mubhahumvwe humakutu genyu, lelo sigamubhazimanyihanye nazimo; Na humaso genyu mubhahwenye lelo sigamubhahwelewe.
27 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.”’
Hwa moyo gabhantu abha mamwamu, amakutu gabho segahumvwa shinza na masogolo gabho segahumvwa shinza na maso gabho; gazijile seegalola aje bhasahalole humaso gabho bhatambule, na hwumvwe humakutu gabho, bhelewa na hugalushile ungulubhi abhaponie.”'
28 Γνωστὸν οὖν ἔστω, ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ ˚Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται!”
Eshi mumanyaje huje ou uwokovu wubhalile hwa bhantu abha Mataifa, ebho bhabhatejelezye na hwitishe.”
30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
U Paulo akhiye munyumba yakwe ya panjile humaha gabhili, abhakaribizizye bhonti bhabhahinzaga hwamwene.
31 κηρύσσων τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ πάσης παρρησίας ἀκωλύτως.
Alumbililaga uufumu wa Ngulubhi na manyizye amambo ga Yesu Kilisti Ugosi wetu hwikhone lyonti nantele nuumo umuntu uwahukhane.

< Πραξεις 28 >