< Πραξεις 11 >

1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ ˚Θεοῦ.
Atume na bhamwabho bhabha uhwo hu Yudea bhahumvwizye huje apagani(amataifa) bhope bhalye jeleye izu lya Ngulubhi.
2 Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
U Petro pawawela hu Yerusalemu abhamwabho bhahanda husale,
3 λέγοντες, ὅτι “Εἰσῆλθεν πρὸς ἄνδρας, ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.”
“Bhaga usangine na pagani nantele uliye nabho!”
4 Ἀρξάμενος δὲ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων,
Lelo uPetro wayanga zyazyamwajile,
5 “Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
“Nahali hula hu Yafa, nahali apuute nahalola embonesyo naahalola ahantu hamwiha afume humwanya hali neshi umwenda hahwiha huline.
6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Nahenyizye haala ahantu, nahalola evintu muhati vyavisugwa evyamwigona evyamumenze, ne hwavula pansi.
7 Ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ‘Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.’
Numvwa izu liyinga evyo vyalye sinza ulye!”
8 Εἶπον δέ, ‘Μηδαμῶς, ˚Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.’
Ane naga sembwahile alye evintu evibhibhi nantele vichafu”
9 Ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ‘Ἃ ὁ ˚Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.’
Lila izu evintu vyavyozizye Ungulubhi uganje avyeete aje vibhibhi awe vichafu,
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
Zyabhombeha esho hatatu hala ahantu hazubha nantele humwanya.
11 Καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Abhantu bhatatu bhahimiliye mundyango bhabhafumile hu Kaisaria ahwinze huline.
12 Εἶπεν δὲ τὸ ˚Πνεῦμά μοι, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίναντα. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Umpepo wambuula waga longozanya nabho leha ahwogope ebha alume tanda tabhalile tenti takhiye mwa muntu umo.
13 Ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ, σταθέντα καὶ εἰπόντα, ‘Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
Atibhuulile huje umalaika ajile tume umuntu abhale hukwizye uPetro hu Yafa.
14 ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.’
Abhayanje enongwa zya Ngulubhi nawe ubhahwokoshe nabhantu bhonti bha munyumba yaho.”
15 Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτοὺς, ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.
Panahandile ayanje nabho, Umpepo Ufinjile wabhinjila nesha atinjiye ate.
16 Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς ἔλεγεν, ‘Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν ˚Πνεύματι Ἁγίῳ.’
Nahizushe zyayanjile uYesu huje uYohana ahozyaga abhantu na minzi lelo amwe mubhahwoziwe nu Mpepo Ufinjile.”
17 Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν ˚Κύριον ˚Ἰησοῦν ˚Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν ˚Θεόν;”
Eshi Ungulubhi nkashele abhapiye Umpepo Ufinjile abhantu abhanje neshi atipiye ate, ane nenanu embakhane?
18 Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν καὶ ἐδόξασαν τὸν ˚Θεὸν λέγοντες, “Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ ˚Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.”
Nabhumvwa sebhayanga nkazimo, bhaluumba Ungulubhi bhaga Ungulubhi unu abhapiye abhantu umwoyo ugwalambe bhabhali bhapagani”
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης, καὶ Κύπρου, καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
Amalabha gagahandile pafwiye u Stefano abhaKilisti bhanyampana afume hu Yerusalemu bhafishile mpaka hu Foinike, Kipro na hu Antiokia. Ohwo hwonti bayangaga bhayahudi bhene abhanje sigabhabhabhuulaga.
20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες, Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν ˚Κύριον ˚Ἰησοῦν.
Lelo abhanji bhafumile hu Kipro na hu Kirene, bhabhalumbiliye ayunani izu lya Yesu.
21 Καὶ ἦν χεὶρ ˚Κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας, ἐπέστρεψεν ἐπὶ τὸν ˚Κύριον.
Ukhono gwa Ngulubhi gwali na bhene, abhantu bhabhinji bhapendushe bhagalushila uYesu.
22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας·
Enongwa zyabho zyafiha mumakutu ga Kilisti bhabhali hu Yerusalemu: bhatuma uBarnaba abhale hu Antiokia.
23 ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ ˚Θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ ˚Κυρίῳ,
U Barnaba nawafiha asungwilwe tee abhagwizizye umwoyo aje bhadulaje mwa Yesu mumoyo gabho.
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς, καὶ πλήρης ˚Πνεύματος Ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ ˚Κυρίῳ.
Ali muntu mwinza tee nantele ali muntu wimpyana nu Mpepo Ufinjile ali muhati yakwe nulwitishilo, abhantu bhabhinji bhonjelela hwa Yesu.
25 Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
Pamande u Barnaba ahasogola ahabhala hu Tarso humwenye u Sauli.
26 καὶ εὑρὼν, ἤγαγεν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς, Χριστιανούς.
Nawa mwaga bhabhala bhonti hu Antiokia, bhakhala umwaha gumo bhahamanyizya abhantu bhabhinji na abhanafunzi bhahitwa bha Kilisti ulwahwande hula hu Antiokia.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις, κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
Ensiku ezyo bhahishile akuwe afume hu Yerusalemu paka hu Antiokia.
28 Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος, ἐσήμανεν διὰ τοῦ ˚Πνεύματος, λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
Umo ali yu Agabo uyo abhuulilwe(asenshiye) huje enzala engosi ebhalagwe ensi yonti. Enzala iyo ihagwiye na tabhalile u Klaudio.
29 Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Abhanafunzi bhahasanguzanya shila muntu hapiite bhabhatwalila abhamwabho bhabhali hu Uyahudi.
30 ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
Ihela izyo; bhabhapelile a Barnaba nu Paulo huje bhatwale.

< Πραξεις 11 >