< Κατα Λουκαν 14 >

1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
Then it happened, when He entered the house of one of the rulers of the Pharisees to eat bread on the Sabbath, that they were watching Him closely.
2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
And then, there in front of Him was a man who had dropsy!
3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιντῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ;
And Jesus reacted by saying to the lawyers and Pharisees, “Is it lawful to heal on the Sabbath?”
4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
But they kept silent. So He took hold of him, healed him, and let him go.
5 ⸀καὶπρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐνἡμέρᾳ τοῦ σαββάτου;
Then He addressed them saying, “Which of you, if a son or an ox falls into a pit, will not immediately pull him out on the Sabbath day?”
6 καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναιπρὸς ταῦτα.
And they could not answer Him regarding these things.
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
Then He told a parable to those who were invited, having observed how they kept trying for the best places, saying to them:
8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ
“Whenever you are invited by someone to a wedding feast, do not recline in the place of honor, in case someone more honorable than you has been invited by him;
9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
then he who invited you both will come and say, ‘You, give this man place!’ and then, with shame, you start to take the lowest place.
10 ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖσοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντωντῶν συνανακειμένων σοι.
Rather, whenever you are invited, go and recline in the lowest place, so that when your host comes, he may say to you, ‘Friend, move up higher.’ Then you will have honor in the presence of your fellow guests.
11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Because everyone who exalts himself will be humbled, and he who humbles himself will be exalted.”
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε καὶ γένηται ⸂ἀνταπόδομά σοι.
Then He said directly to His host: “Whenever you give a dinner or a supper, do not invite your friends, nor your brothers, nor your relatives, nor rich neighbors, lest they also invite you back, and you be repaid.
13 ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
But whenever you make a banquet, invite the poor, the crippled, the lame, the blind;
14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
and you will be blessed, because they cannot repay you—you will be repaid at the resurrection of the righteous.”
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστιςφάγεται ⸀ἄρτονἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Well when one of the fellow-recliners heard these things, he said to Him, “Blessed is he who will eat dinner in the Kingdom of God!”
16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίειδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
So He said to him: “A certain man prepared a great banquet and invited many.
17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν
And at meal time he sent his slave to say to those who were invited, ‘Come, because everything is now ready.’
18 καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼνἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
But they all alike began to make excuses. The first said to him: ‘I bought a field, and I need to go and see it. I ask you to have me excused.’
19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Another said: ‘I bought five yoke of oxen, and I am going to test them. I ask you to have me excused.’
20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
Yet another said, ‘I have married a wife, and so I cannot come.’
21 καὶ παραγενόμενος ὁ ⸀δοῦλοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
So that slave came and reported these things to his master. Then the owner of the house became angry and said to his slave, ‘Go out quickly into the streets and lanes of the city, and bring in here the poor and crippled and blind and lame.’
22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
And the slave said, ‘Master, what you ordered has been done, and there is still room.’
23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος·
Then the master said to the slave: ‘Go out to the roads and hedges and make people come in, so that my house may be filled.
24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου
For I tell you that none of those men who were invited will get a taste of my banquet!’”
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
Now large crowds were traveling with Him, and turning He said to them:
26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦκαὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τεκαὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ, οὐ δύναται ⸂εἶναί μου μαθητής.
“If anyone comes to me and does not hate his father and mother, wife and children, brothers and sisters, yes, and even his own life, he cannot be my disciple.
27 ⸀ὅστιςοὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦκαὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
And whoever does not carry his cross, and come after me, cannot be my disciple.
28 τίς γὰρ ἐξ ⸀ὑμῶνθέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχειεἰς ἀπαρτισμόν;
“Further, which of you, intending to build a tower, does not sit down first and calculate the cost, whether he has enough to complete it?
29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν
This so he does not lay a foundation without being able to finish, and all who see it begin to ridicule him,
30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
saying, ‘This man began to build and was not able to finish!’
31 ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
“Or what king, going to engage another king in battle, does not sit down first and consider whether he is able with ten thousand to meet the one coming against him with twenty thousand?
32 εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰπρὸς εἰρήνην.
And if not, while the other is still far away he sends a delegation and asks for terms for peace.
33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου μαθητής.
“So likewise, any of you who does not renounce all his own possessions cannot be my disciple.
34 Καλὸν ⸀οὖντὸ ἅλας· ἐὰν δὲ ⸀καὶτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
Salt is good; but should the salt become insipid, with what can it be seasoned?
35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
It is fit for neither soil nor fertilizer; it is thrown out. He who has ears to hear, let him hear!”

< Κατα Λουκαν 14 >