< Κατα Ιωαννην 1 >

1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.
εν αρχη ην ο λογοσ και ο λογοσ ην προσ τον θεον και θεοσ ην ο λογοσ
2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
ουτοσ ην εν αρχη προσ τον θεον
3 πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.
παντα δι αυτου εγενετο και χωρισ αυτου εγενετο ουδε εν ο γεγονεν
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
εν αυτω ζωη ην και η ζωη ην το φωσ των ανθρωπων
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
και το φωσ εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν
6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάνης·
εγενετο ανθρωποσ απεσταλμενοσ παρα θεου ονομα αυτω ιωαννησ
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ.
ουτοσ ηλθεν εισ μαρτυριαν ινα μαρτυρηση περι του φωτοσ ινα παντεσ πιστευσωσιν δι αυτου
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
ουκ ην εκεινοσ το φωσ αλλ ινα μαρτυρηση περι του φωτοσ
9 Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
ην το φωσ το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον εισ τον κοσμον
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
εν τω κοσμω ην και ο κοσμοσ δι αυτου εγενετο και ο κοσμοσ αυτον ουκ εγνω
11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
εισ τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
οσοι δε ελαβον αυτον εδωκεν αυτοισ εξουσιαν τεκνα θεου γενεσθαι τοισ πιστευουσιν εισ το ονομα αυτου
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.
οι ουκ εξ αιματων ουδε εκ θεληματοσ σαρκοσ ουδε εκ θεληματοσ ανδροσ αλλ εκ θεου εγεννηθησαν
14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
και ο λογοσ σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ωσ μονογενουσ παρα πατροσ πληρησ χαριτοσ και αληθειασ
15 Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων Οὗτος ἦν ὃν εἶπον Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
ιωαννησ μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτοσ ην ον ειπον ο οπισω μου ερχομενοσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
και εκ του πληρωματοσ αυτου ημεισ παντεσ ελαβομεν και χαριν αντι χαριτοσ
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
οτι ο νομοσ δια μωσεωσ εδοθη η χαρισ και η αληθεια δια ιησου χριστου εγενετο
18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
θεον ουδεισ εωρακεν πωποτε ο μονογενησ υιοσ ο ων εισ τον κολπον του πατροσ εκεινοσ εξηγησατο
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;
και αυτη εστιν η μαρτυρια του ιωαννου οτε απεστειλαν οι ιουδαιοι εξ ιεροσολυμων ιερεισ και λευιτασ ινα ερωτησωσιν αυτον συ τισ ει
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.
και ωμολογησεν και ουκ ηρνησατο και ωμολογησεν οτι ουκ ειμι εγω ο χριστοσ
21 καὶ ἠρώτησαν αὐτόν Τί οὖν; σὺ Ἡλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.
και ηρωτησαν αυτον τι ουν ηλιασ ει συ και λεγει ουκ ειμι ο προφητησ ει συ και απεκριθη ου
22 εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
ειπον ουν αυτω τισ ει ινα αποκρισιν δωμεν τοισ πεμψασιν ημασ τι λεγεισ περι σεαυτου
23 ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.
εφη εγω φωνη βοωντοσ εν τη ερημω ευθυνατε την οδον κυριου καθωσ ειπεν ησαιασ ο προφητησ
24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
και οι απεσταλμενοι ησαν εκ των φαρισαιων
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ ὁ προφήτης;
και ηρωτησαν αυτον και ειπον αυτω τι ουν βαπτιζεισ ει συ ουκ ει ο χριστοσ ουτε ηλιασ ουτε ο προφητησ
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,
απεκριθη αυτοισ ο ιωαννησ λεγων εγω βαπτιζω εν υδατι μεσοσ δε υμων εστηκεν ον υμεισ ουκ οιδατε
27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
αυτοσ εστιν ο οπισω μου ερχομενοσ οσ εμπροσθεν μου γεγονεν ου εγω ουκ ειμι αξιοσ ινα λυσω αυτου τον ιμαντα του υποδηματοσ
28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων.
ταυτα εν βηθανια εγενετο περαν του ιορδανου οπου ην ιωαννησ βαπτιζων
29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
τη επαυριον βλεπει τον ιησουν ερχομενον προσ αυτον και λεγει ιδε ο αμνοσ του θεου ο αιρων την αμαρτιαν του κοσμου
30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
ουτοσ εστιν περι ου εγω ειπον οπισω μου ερχεται ανηρ οσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
καγω ουκ ηδειν αυτον αλλ ινα φανερωθη τω ισραηλ δια τουτο ηλθον εγω εν τω υδατι βαπτιζων
32 Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν.
και εμαρτυρησεν ιωαννησ λεγων οτι τεθεαμαι το πνευμα καταβαινον ωσει περιστεραν εξ ουρανου και εμεινεν επ αυτον
33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.
καγω ουκ ηδειν αυτον αλλ ο πεμψασ με βαπτιζειν εν υδατι εκεινοσ μοι ειπεν εφ ον αν ιδησ το πνευμα καταβαινον και μενον επ αυτον ουτοσ εστιν ο βαπτιζων εν πνευματι αγιω
34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
καγω εωρακα και μεμαρτυρηκα οτι ουτοσ εστιν ο υιοσ του θεου
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
τη επαυριον παλιν ειστηκει ο ιωαννησ και εκ των μαθητων αυτου δυο
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ.
και εμβλεψασ τω ιησου περιπατουντι λεγει ιδε ο αμνοσ του θεου
37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
και ηκουσαν αυτου οι δυο μαθηται λαλουντοσ και ηκολουθησαν τω ιησου
38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί, (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε, ) ποῦ μένεις;
στραφεισ δε ο ιησουσ και θεασαμενοσ αυτουσ ακολουθουντασ λεγει αυτοισ τι ζητειτε οι δε ειπον αυτω ραββι ο λεγεται ερμηνευομενον διδασκαλε που μενεισ
39 λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
λεγει αυτοισ ερχεσθε και ιδετε ηλθον και ειδον που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα ην ωσ δεκατη
40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ ἀκολουθησάντων αὐτῷ·
ην ανδρεασ ο αδελφοσ σιμωνοσ πετρου εισ εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω
41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός).
ευρισκει ουτοσ πρωτοσ τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσιαν ο εστιν μεθερμηνευομενον χριστοσ
42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
και ηγαγεν αυτον προσ τον ιησουν εμβλεψασ αυτω ο ιησουσ ειπεν συ ει σιμων ο υιοσ ιωνα συ κληθηση κηφασ ο ερμηνευεται πετροσ
43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι.
τη επαυριον ηθελησεν εξελθειν εισ την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ο ιησουσ ακολουθει μοι
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
ην δε ο φιλιπποσ απο βηθσαιδα εκ τησ πολεωσ ανδρεου και πετρου
45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
ευρισκει φιλιπποσ τον ναθαναηλ και λεγει αυτω ον εγραψεν μωσησ εν τω νομω και οι προφηται ευρηκαμεν ιησουν τον υιον του ιωσηφ τον απο ναζαρετ
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε.
και ειπεν αυτω ναθαναηλ εκ ναζαρετ δυναται τι αγαθον ειναι λεγει αυτω φιλιπποσ ερχου και ιδε
47 εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.
ειδεν ο ιησουσ τον ναθαναηλ ερχομενον προσ αυτον και λεγει περι αυτου ιδε αληθωσ ισραηλιτησ εν ω δολοσ ουκ εστιν
48 λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
λεγει αυτω ναθαναηλ ποθεν με γινωσκεισ απεκριθη ιησουσ και ειπεν αυτω προ του σε φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε
49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
απεκριθη ναθαναηλ και λεγει αυτω ραββι συ ει ο υιοσ του θεου συ ει ο βασιλευσ του ισραηλ
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
απεκριθη ιησουσ και ειπεν αυτω οτι ειπον σοι ειδον σε υποκατω τησ συκησ πιστευεισ μειζω τουτων οψει
51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.
και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τουσ αγγελουσ του θεου αναβαινοντασ και καταβαινοντασ επι τον υιον του ανθρωπου

< Κατα Ιωαννην 1 >