< Ζαχαρίας 3 >

1 Και μοι έδειξε τον Ιησούν, τον ιερέα τον μέγαν, ιστάμενον έμπροσθεν του αγγέλου του Κυρίου, και ο διάβολος ίστατο εκ δεξιών αυτού διά να αντισταθή εις αυτόν.
καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ
2 Και είπε Κύριος προς τον διάβολον, Θέλει σε επιτιμήσει ο Κύριος, διάβολε· ναι, θέλει σε επιτιμήσει ο Κύριος, όστις εξέλεξε την Ιερουσαλήμ· δεν είναι ούτος δαυλός απεσπασμένος από πυρός;
καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός
3 Ο δε Ιησούς ήτο ενδεδυμένος ιμάτια ρυπαρά και ίστατο ενώπιον του αγγέλου.
καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου
4 Και απεκρίθη και είπε προς τους ισταμένους ενώπιον αυτού, λέγων, Αφαιρέσατε τα ιμάτια τα ρυπαρά απ' αυτού· και προς αυτόν είπεν, Ιδού, αφήρεσα από σου την ανομίαν σου και θέλω σε ενδύσει ιμάτια λαμπρά·
καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη
5 και είπα, Ας επιθέσωσι μίτραν καθαράν επί την κεφαλήν αυτού. Και επέθεσαν την μίτραν την καθαράν επί την κεφαλήν αυτού και ενέδυσαν αυτόν ιμάτια· ο δε άγγελος του Κυρίου παρίστατο.
καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος κυρίου εἱστήκει
6 Και διεμαρτυρήθη ο άγγελος του Κυρίου προς τον Ιησούν, λέγων,
καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων
7 Ούτω λέγει ο Κύριος των δυνάμεων· Εάν περιπατήσης εν ταις οδοίς μου και εάν φυλάξης τας εντολάς μου, τότε συ θέλεις κρίνει έτι τον οίκόν μου και θέλεις φυλάττει έτι τας αυλάς μου και θέλω σοι δώσει να περιπατής μεταξύ των ενταύθα ισταμένων.
τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων
8 Άκουε τώρα, Ιησού ο ιερεύς ο μέγας, συ και οι εταίροί σου οι καθήμενοι ενώπιόν σου, επειδή αυτοί είναι άνθρωποι θαυμάσιοι· διότι ιδού εγώ θέλω φέρει έξω τον δούλον μου τον Βλαστόν.
ἄκουε δή Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν
9 Διότι ιδού, ο λίθος, τον οποίον έθεσα έμπροσθεν του Ιησού, επί τον ένα τούτον λίθον είναι επτά οφθαλμοί· ιδού, εγώ θέλω εγχαράξει το εγχάραγμα αυτού, λέγει ο Κύριος των δυνάμεων, και θέλω εξαλείψει την ανομίαν της γης εκείνης εν μιά ημέρα.
διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ
10 Εν τη ημέρα εκείνη, λέγει ο Κύριος των δυνάμεων, θέλετε προσκαλέσει έκαστος τον πλησίον αυτού υπό την άμπελον αυτού και υπό την συκήν αυτού.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς

< Ζαχαρίας 3 >