< Κατα Λουκαν 13 >

1 Κατ' εκείνον δε τον καιρόν ήλθον τινές, απαγγέλλοντες προς αυτόν περί των Γαλιλαίων, των οποίων το αίμα ο Πιλάτος έμιξε με τας θυσίας αυτών.
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2 Και αποκριθείς ο Ιησούς, είπε προς αυτούς· Νομίζετε ότι οι Γαλιλαίοι ούτοι ήσαν αμαρτωλοί υπέρ πάντας τους Γαλιλαίους, διότι έπαθον τοιαύτα;
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταῦτα πεπόνθασιν;
3 Ουχί, σας λέγω, αλλ' εάν δεν μετανοήτε, πάντες ομοίως θέλετε απολεσθή.
οὐχὶ λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
4 Η εκείνοι οι δεκαοκτώ, επί τους οποίους έπεσεν ο πύργος εν τω Σιλωάμ και εθανάτωσεν αυτούς, νομίζετε ότι ούτοι ήσαν αμαρτωλοί υπέρ πάντας τους ανθρώπους τους κατοικούντας εν Ιερουσαλήμ;
ἢ ἐκεῖνοι οἱ δέκα [καὶ] ὀκτὼ ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἱερουσαλήμ;
5 Ουχί, σας λέγω, αλλ' εάν δεν μετανοήτε, πάντες ομοίως θέλετε απολεσθή.
οὐχὶ λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε.
6 Έλεγε δε ταύτην την παραβολήν· Είχε τις συκήν πεφυτευμένην εν τω αμπελώνι αυτού, και ήλθε ζητών καρπόν εν αυτή και δεν εύρε.
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν, Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
7 Και είπε προς τον αμπελουργόν· Ιδού, τρία έτη έρχομαι ζητών καρπόν εν τη συκή ταύτη και δεν ευρίσκω· έκκοψον αυτήν· διά τι καταργεί και την γην;
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδοὺ τρία ἔτη ἀφ᾽ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;
8 Ο δε αποκριθείς λέγει προς αυτόν· Κύριε, άφες αυτήν και τούτο το έτος, έως ότου σκάψω περί αυτήν και βάλω κοπρίαν·
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
9 και εάν μεν κάμη καρπόν, καλώς· ει δε μη, θέλεις εκκόψει αυτήν μετά ταύτα.
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον, εἰ δὲ μή γε ἐκκόψεις αὐτήν.
10 Εδίδασκε δε εν μιά των συναγωγών το σάββατον.
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν·
11 Και ιδού, γυνή τις είχε πνεύμα ασθενείας δεκαοκτώ έτη και ήτο συγκύπτουσα και δεν ηδύνατο παντελώς να ανακύψη.
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα [καὶ] ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12 Ιδών δε αυτήν ο Ιησούς, εφώναξε και είπε προς αυτήν· Γύναι, ηλευθερωμένη είσαι από της ασθενείας σου·
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.
13 και έθεσεν επ' αυτήν τας χείρας· και παρευθύς ανωρθώθη και εδόξαζε τον Θεόν.
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
14 Αποκριθείς δε ο αρχισυνάγωγος, αγανακτών ότι εις το σάββατον εθεράπευσεν ο Ιησούς, έλεγε προς τον όχλον· Εξ ημέραι είναι, εις τας οποίας πρέπει να εργάζησθε· εν ταύταις λοιπόν ερχόμενοι θεραπεύεσθε, και μη τη ημέρα του σαββάτου.
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15 Απεκρίθη λοιπόν προς αυτόν ο Κύριος και είπεν· Υποκριτά, δεν λύει έκαστος υμών εν τω σαββάτω τον βουν αυτού ή τον όνον από της φάτνης και φέρων ποτίζει;
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος, καὶ εἶπεν, Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει;
16 αύτη δε, ούσα θυγάτηρ του Αβραάμ, την οποίαν ο Σατανάς έδεσεν, ιδού, δεκαοκτώ έτη, δεν έπρεπε να λυθή από του δεσμού τούτου τη ημέρα του σαββάτου;
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17 Και ενώ, αυτός έλεγε ταύτα, κατησχύνοντο πάντες οι εναντίοι αυτού, και πας ο όχλος έχαιρε δι' όλα τα ένδοξα έργα τα γινόμενα υπ' αυτού.
καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.
18 Έλεγε δέ· Με τι είναι ομοία η βασιλεία του Θεού, και με τι να ομοιώσω αυτήν;
Ἔλεγεν οὖν, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 Είναι ομοία με κόκκον σινάπεως, τον οποίον λαβών άνθρωπος έρριψεν εις τον κήπον αυτού· και ηύξησε και έγεινε δένδρον μέγα, και τα πετεινά του ουρανού κατεσκήνωσαν εν τοις κλάδοις αυτού.
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον [μέγα], καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20 Και πάλιν είπε· Με τι να ομοιώσω την βασιλείαν του Θεού;
Καὶ πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
21 Είναι ομοία με προζύμιον, το οποίον λαβούσα γυνή ενέκρυψεν εις τρία μέτρα αλεύρου, εωσού ανέβη όλον το φύραμα.
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22 Και διήρχετο τας πόλεις και κώμας διδάσκων και οδοιπορών εις Ιερουσαλήμ.
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
23 Είπε δε τις προς αυτόν· Κύριε, ολίγοι άρα είναι οι σωζόμενοι; Ο δε είπε προς αυτούς·
εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς,
24 Αγωνίζεσθε να εισέλθητε διά της στενής πύλης· διότι πολλοί, σας λέγω, θέλουσι ζητήσει να εισέλθωσι και δεν θέλουσι δυνηθή.
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν,
25 Αφού σηκωθή ο οικοδεσπότης και αποκλείση την θύραν, και αρχίσητε να στέκησθε έξω και να κρούητε την θύραν, λέγοντες· Κύριε, Κύριε, άνοιξον εις ημάς· και εκείνος αποκριθείς σας είπη, δεν σας εξεύρω πόθεν είσθε·
ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.
26 τότε θέλετε αρχίσει να λέγητε· Εφάγομεν έμπροσθέν σου και επίομεν, και εν ταις πλατείαις ημών εδίδαξας.
τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.
27 Και θέλει ειπεί· Σας λέγω, δεν σας εξεύρω πόθεν είσθε· φύγετε απ' εμού πάντες οι εργάται της αδικίας.
καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες ἐργάται ἀδικίας.
28 Εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων, όταν ίδητε τον Αβραάμ και Ισαάκ και Ιακώβ και πάντας τους προφήτας εν τη βασιλεία του Θεού, εαυτούς δε εκβαλλομένους έξω.
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω·
29 Και θέλουσιν ελθεί από ανατολών και δυσμών και από βορρά και νότου και θέλουσι καθήσει εν τη βασιλεία του Θεού.
καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ [ἀπὸ] βοῤῥᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
30 Και ιδού, είναι έσχατοι, οίτινες θέλουσιν είσθαι πρώτοι, και είναι πρώτοι, οίτινες θέλουσιν είσθαι έσχατοι.
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31 Κατ' εκείνην την ημέραν προσήλθον τινές Φαρισαίοι, λέγοντες προς αυτόν· Έξελθε και αναχώρησον εντεύθεν, διότι ο Ηρώδης θέλει να σε θανατώση.
Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι.
32 Και είπε προς αυτούς· Υπάγετε και είπατε προς την αλώπεκα ταύτην· Ιδού, εκβάλλω δαιμόνια και κάμνω θεραπείας σήμερον και αύριον, και την τρίτην ημέραν τελειούμαι.
καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33 Πλην πρέπει εγώ σήμερον και αύριον και την εφεξής ημέραν να υπάγω· διότι δεν είναι δυνατόν προφήτης να απολεσθή έξω της Ιερουσαλήμ.
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34 Ιερουσαλήμ, Ιερουσαλήμ, η φονεύουσα τους προφήτας και λιθοβολούσα τους απεσταλμένους προς αυτήν, ποσάκις ηθέλησα να συνάξω τα τέκνα σου καθ' ον τρόπον η όρνις τα ορνίθια εαυτής υπό τας πτέρυγας, και δεν ηθελήσατε.
Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀπο κτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
35 Ιδού, σας αφίνεται ο οίκός σας έρημος· αληθώς δε σας λέγω ότι δεν θέλετε με ιδεί, εωσού έλθη ο καιρός ότε θέλετε ειπεί· Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν· λέγω δὲ ὑμῖν, Οὐ μὴ ἴδητέ με ἕως [ἥξει ὅτε] εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

< Κατα Λουκαν 13 >