< Ἔσδρας Αʹ 1 >

1 Και εν τω πρώτω έτει Κύρου του βασιλέως της Περσίας, διά να πληρωθή ο λόγος του Κυρίου ο διά στόματος του Ιερεμίου, διήγειρεν ο Κύριος το πνεύμα του Κύρου βασιλέως της Περσίας, και διεκήρυξε δι' όλου του βασιλείου αυτού, και μάλιστα εγγράφως, λέγων,
καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων
2 Ούτω λέγει Κύρος η βασιλεύς της Περσίας· πάντα τα βασίλεια της γης έδωκεν εις εμέ Κύριος ο Θεός του ουρανού· και αυτός προσέταξεν εις εμέ να οικοδομήσω εις αυτόν οίκον εν Ιερουσαλήμ, ήτις είναι εν τη Ιουδαία·
οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
3 τις εξ υμών είναι εκ παντός του λαού αυτού; ο Θεός αυτού έστω μετ' αυτού, και ας αναβή εις Ιερουσαλήμ, ήτις είναι εν τη Ιουδαία, και ας οικοδομήση τον οίκον Κυρίου του Θεού του Ισραήλ· αυτός είναι ο Θεός ο εν Ιερουσαλήμ·
τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ
4 πάντα δε απολειπόμενον, εκ πάντων των τόπων, όπου παροικεί, ας βοηθήσωσιν αυτόν οι άνδρες του τόπου αυτού με αργύριον και με χρυσίον και με αγαθά και με κτήνη, εκτός της προαιρετικής προσφοράς διά τον οίκον του Θεού, τον εν Ιερουσαλήμ.
καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ
5 Τότε εσηκώθησαν οι αρχηγοί των πατριών του Ιούδα και του Βενιαμίν και οι ιερείς και οι Λευΐται, μετά πάντων όσων το πνεύμα διήγειρεν ο Θεός εις το να αναβώσι διά να οικοδομήσωσι τον οίκον του Κυρίου, τον εν Ιερουσαλήμ·
καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
6 και πάντες οι πέριξ αυτών εβοήθησαν αυτούς με σκεύη αργυρά, με χρυσίον, με αγαθά και με κτήνη και με πολύτιμα πράγματα, εκτός πασών των προαιρετικών προσφορών.
καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις
7 Και εξήγαγεν ο βασιλεύς Κύρος τα σκεύη του οίκου του Κυρίου, τα οποία ο Ναβουχοδονόσορ είχε φέρει από Ιερουσαλήμ και θέσει αυτά εν τω οίκω του Θεού αυτού·
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ
8 και εξήγαγε ταύτα Κύρος ο βασιλεύς της Περσίας διά χειρός του Μιθρεδάθ του θησαυροφύλακος, και ηρίθμησεν αυτά εις τον Σασαβασσάρ τον άρχοντα της Ιουδαίας.
καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα
9 Και ούτος είναι ο αριθμός αυτών· τριάκοντα δίσκοι χρυσοί, χίλιοι δίσκοι αργυροί, εικοσιεννέα μάχαιραι,
καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι
10 τριάκοντα φιάλαι χρυσαί, τετρακόσιαι δέκα φιάλαι αργυραί δεύτεραι, άλλα σκεύη χίλια.
κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια
11 Πάντα τα σκεύη τα χρυσά και αργυρά ήσαν πεντακισχίλια και τετρακόσια· τα πάντα ανεβίβασεν ο Σασαβασσάρ μετά των αιχμαλώτων των αναβιβασθέντων από Βαβυλώνος εις Ιερουσαλήμ.
πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ

< Ἔσδρας Αʹ 1 >