< Ἔσδρας Αʹ 10 >

1 Ενώ δε ο Έσδρας προσηύχετο και εξωμολογείτο, κλαίων και πεπτωκώς έμπροσθεν του οίκου του Θεού, συνήχθη προς αυτόν εκ του Ισραήλ σύναξις μεγάλη σφόδρα, άνδρες και γυναίκες και παιδία· διότι έκλαιεν ο λαός κλαυθμόν μέγαν.
καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
2 Και απεκρίθη Σεχανίας ο υιός του Ιεχιήλ, εκ των υιών Ελάμ, και είπε προς τον Έσδραν, Ημείς ηνομήσαμεν εις τον Θεόν ημών και ελάβομεν ξένας γυναίκας εκ των λαών της γής· πλην τώρα είναι ελπίς εις τον Ισραήλ περί τούτου·
καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ
3 όθεν ας κάμωμεν τώρα διαθήκην προς τον Θεόν ημών, να αποβάλωμεν πάσας τας γυναίκας και τα γεννηθέντα εξ αυτών, κατά την συμβουλήν του κυρίου μου και των όσοι τρέμουσιν εις την εντολήν του Θεού ημών· και ας γείνη κατά τον νόμον·
καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω
4 εγέρθητι διότι το πράγμα ανήκει εις σέ· και ημείς είμεθα μετά σού· ανδρίζου και πράττε.
ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον
5 Τότε εγερθείς ο Έσδρας, ώρκισε τους άρχοντας των ιερέων, των Λευϊτών και παντός του Ισραήλ, ότι θέλουσι κάμει κατά τον λόγον τούτον. Και ώρκίσθησαν.
καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
6 Και σηκωθείς ο Έσδρας απ' έμπροσθεν του οίκου του Θεού, υπήγεν εις το οίκημα του Ιωανάν υιού του Ελιασείβ· και ότε ήλθεν εκεί, άρτον δεν έφαγεν και ύδωρ δεν έπιε· διότι ήτο εις πένθος διά την παράβασιν των μετοικισθέντων.
καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
7 Και διεκήρυξαν κατά την Ιουδαίαν και Ιερουσαλήμ προς πάντας τους υιούς της μετοικεσίας, να συναχθώσιν εις Ιερουσαλήμ·
καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ιερουσαλημ
8 και πας όστις δεν έλθη εντός τριών ημερών, κατά την βουλήν των αρχόντων και πρεσβυτέρων, θέλει γείνει ανάθεμα πάσα η περιουσία αυτού, και αυτός θέλει χωρισθή από της συνάξεως των μετοικισθέντων.
καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
9 Και συνήχθησαν πάντες οι άνδρες Ιούδα και Βενιαμίν εις Ιερουσαλήμ εντός τριών ημερών. Ήτο ο ένατος μην και η εικοστή του μηνός· και πας ο λαός εκάθησεν εν τη πλατεία του οίκου του Θεού, τρέμων διά το πράγμα και διά την μεγάλην βροχήν.
καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
10 Και εγερθείς ο Έσδρας ο ιερεύς, είπε προς αυτούς, Σεις ηνομήσατε και ελάβετε γυναίκας ξένας, διά να επιπροσθέσητε εις την παράβασιν του Ισραήλ·
καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ
11 τώρα λοιπόν εξομολογήθητε προς Κύριον τον Θεόν των πατέρων σας και κάμετε το θέλημα αυτού· και χωρίσθητε από των λαών της γης και από των ξένων γυναικών.
καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
12 Και απεκρίθη πάσα η σύναξις και είπον μετά φωνής μεγάλης, Καθώς ελάλησας προς ημάς, ούτω να κάμωμεν·
καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ’ ἡμᾶς ποιῆσαι
13 ο λαός όμως είναι πολύς και ο καιρός πολύ βροχερός, και δεν δυνάμεθα να στεκώμεθα έξω, και το έργον δεν είναι μιας ημέρας ουδέ δύο· διότι είμεθα πολλοί οι αμαρτήσαντες εις τούτο το πράγμα·
ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
14 ας διορισθώσι τώρα άρχοντες ημών εν όλη τη συνάξει, και ας έλθωσι καθ' ωρισμένους καιρούς πάντες οι λαβόντες ξένας γυναίκας εις τας πόλεις ημών, και μετ' αυτών οι πρεσβύτεροι εκάστης πόλεως και οι κριταί αυτής, εωσού η φλογερά οργή του Θεού ημών διά το πράγμα τούτο αποστραφή αφ' ημών.
στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ’ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
15 Διωρίσθησαν λοιπόν εις τούτο Ιωνάθαν ο υιός του Ασαήλ, και Ιααζίας ο υιός του Τικβά· ο δε Μεσουλλάμ και ο Σαββεθαΐ, οι Λευΐται, ήσαν βοηθοί αυτών.
πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ’ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς
16 Και έκαμον ούτως οι υιοί της μετοικεσίας. Και ο Έσδρας ο ιερεύς και άρχοντές τινές των πατριών, κατά τους πατρικούς οίκους αυτών, και ούτοι πάντες κατ' όνομα, εχωρίσθησαν και εκάθησαν την πρώτην ημέραν του δεκάτου μηνός διά να εξετάσωσι την υπόθεσιν.
καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
17 Και ετελείωσαν με πάντας τους άνδρας, τους λαβόντας ξένας γυναίκας, έως της πρώτης ημέρας του πρώτου μηνός.
καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
18 Και μεταξύ των υιών των ιερέων ευρέθησαν οι λαβόντες ξένας γυναίκας, εκ των υιών του Ιησού υιού του Ιωσεδέκ και των αδελφών αυτού, ο Μαασίας και ο Ελιέζερ, και ο Ιαρείβ και ο Γεδαλίας.
καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια
19 Και έδωκαν τας χείρας αυτών, ότι θέλουσιν αποβάλει τας γυναίκας αυτών· και ως ένοχοι, προσέφεραν κριόν εκ του ποιμνίου διά την ανομίαν αυτών.
καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
20 Και εκ των υιών του Ιμμήρ, Ανανί και Ζεβαδίας.
καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια
21 Και εκ των υιών του Χαρήμ, Μαασίας και Ηλίας και Σεμαΐας και Ιεχιήλ και Οζίας.
καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια
22 Και εκ των υιών του Πασχώρ, Ελιωηνάϊ, Μαασίας, Ισμαήλ, Ναθαναήλ, Ιωζαβάδ και Ελασά.
καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα
23 Εκ δε των Λευϊτών, Ιωζαβάδ και Σιμεΐ και Κελαΐας, ούτος είναι ο Κελιτά, Πεθαΐα, Ιούδας και Ελιέζερ.
καὶ ἀπὸ τῶν Λευιτῶν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ
24 Και εκ των ψαλτωδών, Ελιασείβ· και εκ των θυρωρών, Σαλλούμ και Τελέμ και Ουρεί.
καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε
25 Εκ δε του Ισραήλ, εκ των υιών Φαρώς, Ραμίας και Ιεζίας και Μαλχίας και Μιαμείν και Ελεάζαρ και Μαλχίας και Βεναΐας.
καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια
26 Και εκ των υιών Ελάμ, Ματθανίας, Ζαχαρίας και Ιεχιήλ και Αβδί και Ιερεμώθ και Ηλιά.
καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια
27 Και εκ των υιών Ζατθού, Ελιωηνάϊ, Ελιασείβ, Ματθανίας και Ιερεμώθ και Ζαβάδ και Αζιζά.
καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα
28 Εκ δε των υιών Βηβαΐ, Ιωανάν, Ανανίας, Ζαββαΐ και Αθλαΐ.
καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι
29 Και εκ των υιών Βανί, Μεσουλλάμ, Μαλλούχ και Αδαΐας, Ιασούβ και Σεάλ και Ραμώθ.
καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ
30 Και εκ των υιών Φαάθ-μωάβ, Αδνά και Χελάλ, Βεναΐας, Μαασίας, Ματθανίας, Βεζελεήλ και Βιννουΐ και Μανασσής.
καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση
31 Και εκ των υιών Χαρήμ, Ελιέζερ, Ιεσίας, Μαλχίας, Σεμαΐας και Συμεών,
καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων
32 Βενιαμίν, Μαλλούχ και Σεμαρίας.
Βενιαμιν Μαλουχ Σαμαρια
33 Εκ των υιών Ασούμ, Ματθεναΐ, Ματταθά, Ζαβάδ, Ελιφελέτ, Ιερεμαΐ, Μανασσής και Σιμεΐ.
καὶ ἀπὸ υἱῶν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ
34 Εκ των υιών Βανί, Μααδαΐας, Αμράμ και Ουήλ,
ἀπὸ υἱῶν Βανι Μοοδι Αμραμ Ουηλ
35 Βεναΐας, Βεδεΐας, Χελλού,
Βαναια Βαδαια Χελια
36 Βανίας, Μερημώθ, Ελιασείβ,
Ουιεχωα Ιεραμωθ Ελιασιβ
37 Ματθανίας, Ματθεναΐ και Ιαασώ
Μαθανια Μαθαναι καὶ ἐποίησαν
38 και Βανί και Βιννουΐ, Σιμεΐ,
οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
39 και Σελεμίας και Νάθαν και Αδαΐας,
καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια
40 Μαχναδεβαΐ, Σασαΐ, Σαραΐ,
Μαχναδαβου Σεσι Σαρου
41 Αζαρεήλ και Σελεμίας, Σεμαρίας,
Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
42 Σαλλούμ, Αμαρίας και Ιωσήφ.
καὶ Σαλουμ Αμαρια Ιωσηφ
43 Εκ των υιών Νεβώ, Ιεϊήλ, Ματταθίας, Ζαβάδ, Ζεβινά, Ιαδαύ και Ιωήλ και Βεναΐας.
ἀπὸ υἱῶν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια
44 Πάντες ούτοι είχον λάβει ξένας γυναίκας· και τινές εξ αυτών γυναίκας, εξ ων ετεκνοποίησαν.
πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς

< Ἔσδρας Αʹ 10 >