< Βασιλειῶν Αʹ 1 >

1 Ήτο δε άνθρωπός τις εκ Ραμαθαΐμ-σοφίμ, εκ του όρους Εφραΐμ, και το όνομα αυτού Ελκανά, υιός του Ιεροάμ, υιού Ελιού, υιού Θοού, υιού Σούφ, Εφραθαίος.
ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ
2 Και είχεν ούτος δύο γυναίκας· το όνομα της μιας Άννα, και το όνομα της δευτέρας Φενίννα· η μεν Φενίννα είχε τέκνα, η δε Άννα δεν είχε τέκνα.
καὶ τούτῳ δύο γυναῖκες ὄνομα τῇ μιᾷ Αννα καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα καὶ ἦν τῇ Φεννανα παιδία καὶ τῇ Αννα οὐκ ἦν παιδίον
3 Ανέβαινε δε ο άνθρωπος ούτος εκ της πόλεως αυτού κατ' έτος, διά να προσκυνήση και να προσφέρη θυσίαν προς τον Κύριον των δυνάμεων εν Σηλώ. Και ήσαν εκεί οι δύο υιοί του Ηλεί, Οφνεί και Φινεές, ιερείς του Κυρίου.
καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου
4 Έφθασε δε η ημέρα, καθ' ην εθυσίασεν ο Ελκανά και έδωκε μερίδας εις την Φενίνναν την γυναίκα αυτού και εις πάντας τους υιούς αυτής και τας θυγατέρας αυτής.
καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας
5 εις δε την Άνναν έδωκε διπλασίαν μερίδα· διότι ηγάπα την Ανναν· αλλ' ο Κύριος είχε κλείσει την μήτραν αυτής.
καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἦν αὐτῇ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς
6 Και η αντίζηλος αυτής παρώξυνεν αυτήν σφόδρα, ώστε να κάμνη αυτήν να αδημονή, ότι ο Κύριος είχε κλείσει την μήτραν αυτής.
ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς καὶ ἠθύμει διὰ τοῦτο ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον
7 Και ούτως έκαμνε κατ' έτος· οσάκις ανέβαινεν εις τον οίκον του Κυρίου, ούτω παρώξυνεν αυτήν· και εκείνη έκλαιε και δεν έτρωγεν.
οὕτως ἐποίει ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν
8 Είπε δε προς αυτήν Ελκανά ο ανήρ αυτής, Άννα, διά τι κλαίεις; και διά τι δεν τρώγεις; και διά τι η καρδία σου είναι τεθλιμμένη; δεν είμαι εγώ εις σε καλήτερος παρά δέκα υιούς;
καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ κύριε καὶ εἶπεν αὐτῇ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα
9 Και εσηκώθη η Άννα, αφού έφαγον εν Σηλώ και αφού έπιον· ο δε Ηλεί ο ιερεύς εκάθητο επί καθέδρας, πλησίον του παραστάτου της πύλης του ναού του Κυρίου.
καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου
10 Και αυτή ήτο καταπικραμένη την ψυχήν και προσηύχετο εις τον Κύριον, κλαίουσα καθ' υπερβολήν.
καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν
11 Και ηυχήθη ευχήν, λέγουσα, Κύριε των δυνάμεων, εάν επιβλέψης τωόντι εις την ταπείνωσιν της δούλης σου και με ενθυμηθής και δεν λησμονήσης την δούλην σου, αλλά δώσης εις την δούλην σου τέκνον αρσενικόν, τότε θέλω δώσει αυτό εις τον Κύριον πάσας τας ημέρας της ζωής αυτού, και ξυράφιον δεν θέλει αναβή επί την κεφαλήν αυτού.
καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
12 Ενώ δε αυτή εξηκολούθει προσευχομένη ενώπιον του Κυρίου, ο Ηλεί παρετήρει το στόμα αυτής.
καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς
13 Πλην η Άννα αυτή ελάλει εν τη καρδία αυτής· μόνον τα χείλη αυτής εκινούντο, αλλ' η φωνή αυτής δεν ηκούετο· όθεν ο Ηλεί ενόμισεν ότι ήτο μεθυσμένη.
καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν
14 Και είπε προς αυτήν ο Ηλεί, Έως πότε θέλεις είσθαι μεθύουσα; απόβαλε τον οίνόν σου από σου.
καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήσῃ περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου
15 Και απεκρίθη η Άννα και είπεν, Ουχί, κύριέ μου, εγώ είμαι γυνή κατατεθλιμμένη την ψυχήν· ούτε οίνον ούτε σίκερα δεν έπιον, αλλ' εξέχεα την ψυχήν μου ενώπιον του Κυρίου·
καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν οὐχί κύριε γυνή ᾗ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου
16 μη υπολάβης την δούλην σου ως αχρείαν γυναίκα· διότι εκ του πλήθους του πόνου μου και της θλίψεώς μου ελάλησα έως τώρα.
μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν
17 Τότε απεκρίθη ο Ηλεί και είπεν, Ύπαγε εις ειρήνην· και ο Θεός του Ισραήλ ας σοι δώση την αίτησίν σου, την οποίαν ήτησας παρ' αυτού.
καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ
18 Η δε είπεν, Είθε η δούλη σου να εύρη χάριν εις τους οφθαλμούς σου. Τότε απήλθεν η γυνή εις την οδόν αυτής και έφαγε, και το πρόσωπον αυτής δεν ήτο πλέον σκυθρωπόν.
καὶ εἶπεν εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι
19 Και το πρωΐ εσηκώθησαν ενωρίς, και προσκυνήσαντες ενώπιον του Κυρίου, επέστρεψαν και ήλθον εις την οικίαν αυτών εις Ραμάθ. Και ο Ελκανά εγνώρισεν Άνναν την γυναίκα αυτού· και ο Κύριος ενεθυμήθη αυτήν.
καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν καὶ εἰσῆλθεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ καὶ ἐμνήσθη αὐτῆς κύριος
20 Και ότε επληρώθησαν αι ημέραι αφότου η Άννα συνέλαβεν, εγέννησεν υιόν και εκάλεσε το όνομα αυτού Σαμουήλ, Διότι παρά Κυρίου ήτησα αυτόν, είπε.
καὶ συνέλαβεν καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαωθ ᾐτησάμην αὐτόν
21 Και ανέβη ο άνθρωπος Ελκανά και πας ο οίκος αυτού, διά να προσφέρη προς τον Κύριον την ετήσιον θυσίαν και την ευχήν αυτού.
καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ
22 Αλλ' η Άννα δεν ανέβη· διότι είπε προς τον άνδρα αυτής, Δεν θέλω αναβή εωσού το παιδίον απογαλακτισθή· και τότε θέλω φέρει αυτό, διά να εμφανισθή ενώπιον του Κυρίου και εκεί να κατοική διαπαντός.
καὶ Αννα οὐκ ἀνέβη μετ’ αὐτοῦ ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος
23 Και είπε προς αυτήν Ελκανά ο ανήρ αυτής, Κάμε ό, τι σοι φαίνεται καλόν· κάθου εωσού απογαλακτίσης αυτό· μόνον ο Κύριος να εκπληρώση τον λόγον αυτού. Και εκάθισεν η γυνή και εθήλαζε τον υιόν αυτής, εωσού απεγαλάκτισεν αυτόν.
καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν
24 Και αφού απεγαλάκτισεν αυτόν, ανεβίβασεν αυτόν μεθ' εαυτής, μετά τριών μόσχων και ενός εφά αλεύρου και ασκού οίνου, και έφερεν αυτόν εις τον οίκον του Κυρίου εν Σηλώ· το δε παιδίον ήτο μικρόν.
καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ’ αὐτῶν
25 Και έσφαξαν τον μόσχον και έφεραν το παιδίον προς τον Ηλεί.
καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι
26 Και είπεν η Άννα, Ω, κύριέ μου ζη η ψυχή σου, κύριέ μου, εγώ είμαι η γυνή, ήτις εστάθη ενταύθα πλησίον σου, δεομένη του Κυρίου·
καὶ εἶπεν ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς κύριον
27 περί του παιδίου τούτου εδεόμην· και ο Κύριος έδωκεν εις εμέ την αίτησίν μου, την οποίαν ήτησα παρ' αυτού·
ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ’ αὐτοῦ
28 όθεν και εγώ εδάνεισα αυτό εις τον Κύριον· πάσας τας ημέρας της ζωής αυτού θέλει είσθαι δανεισμένον εις τον Κύριον. Και προσεκύνησεν εκεί τον Κύριον.
κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός χρῆσιν τῷ κυρίῳ

< Βασιλειῶν Αʹ 1 >