< Προς Ρωμαιους 4 >

1 τι ουν ερουμεν αβρααμ τον πατερα ημων ευρηκεναι κατα σαρκα
Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;
2 ει γαρ αβρααμ εξ εργων εδικαιωθη εχει καυχημα αλλ ου προσ τον θεον
εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ’ οὐ πρὸς θεόν.
3 τι γαρ η γραφη λεγει επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην
τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
4 τω δε εργαζομενω ο μισθοσ ου λογιζεται κατα χαριν αλλα κατα οφειλημα
τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·
5 τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβη λογιζεται η πιστισ αυτου εισ δικαιοσυνην
τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβήν, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,
6 καθαπερ και δαυιδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεοσ λογιζεται δικαιοσυνην χωρισ εργων
καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
7 μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
8 μακαριοσ ανηρ ω ου μη λογισηται κυριοσ αμαρτιαν
μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.
9 ο μακαρισμοσ ουν ουτοσ επι την περιτομην η και επι την ακροβυστιαν λεγομεν γαρ οτι ελογισθη τω αβρααμ η πιστισ εισ δικαιοσυνην
ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ, ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
10 πωσ ουν ελογισθη εν περιτομη οντι η εν ακροβυστια ουκ εν περιτομη αλλ εν ακροβυστια
πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ·
11 και σημειον ελαβεν περιτομησ σφραγιδα τησ δικαιοσυνησ τησ πιστεωσ τησ εν τη ακροβυστια εισ το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιασ εισ το λογισθηναι και αυτοισ την δικαιοσυνην
καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην,
12 και πατερα περιτομησ τοισ ουκ εκ περιτομησ μονον αλλα και τοισ στοιχουσιν τοισ ιχνεσιν τησ πιστεωσ τησ εν τη ακροβυστια του πατροσ ημων αβρααμ
καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13 ου γαρ δια νομου η επαγγελια τω αβρααμ η τω σπερματι αυτου το κληρονομον αυτον ειναι του κοσμου αλλα δια δικαιοσυνησ πιστεωσ
οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως·
14 ει γαρ οι εκ νομου κληρονομοι κεκενωται η πιστισ και κατηργηται η επαγγελια
εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·
15 ο γαρ νομοσ οργην κατεργαζεται ου γαρ ουκ εστιν νομοσ ουδε παραβασισ
ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
16 δια τουτο εκ πιστεωσ ινα κατα χαριν εισ το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεωσ αβρααμ οσ εστιν πατηρ παντων ημων
διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
17 καθωσ γεγραπται οτι πατερα πολλων εθνων τεθεικα σε κατεναντι ου επιστευσεν θεου του ζωοποιουντοσ τουσ νεκρουσ και καλουντοσ τα μη οντα ωσ οντα
καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
18 οσ παρ ελπιδα επ ελπιδι επιστευσεν εισ το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον ουτωσ εσται το σπερμα σου
ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου·
19 και μη ασθενησασ τη πιστει ου κατενοησεν το εαυτου σωμα ηδη νενεκρωμενον εκατονταετησ που υπαρχων και την νεκρωσιν τησ μητρασ σαρρασ
καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
20 εισ δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστια αλλ ενεδυναμωθη τη πιστει δουσ δοξαν τω θεω
εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ
21 και πληροφορηθεισ οτι ο επηγγελται δυνατοσ εστιν και ποιησαι
καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.
22 διο και ελογισθη αυτω εισ δικαιοσυνην
διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
23 ουκ εγραφη δε δι αυτον μονον οτι ελογισθη αυτω
οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
24 αλλα και δι ημασ οισ μελλει λογιζεσθαι τοισ πιστευουσιν επι τον εγειραντα ιησουν τον κυριον ημων εκ νεκρων
ἀλλὰ καὶ δι’ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
25 οσ παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων
ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

< Προς Ρωμαιους 4 >