< Αποκαλυψις Ιωαννου 6 >

1 και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενοσ εκ των τεσσαρων ζωων λεγοντοσ ωσ φωνη βροντησ ερχου και ιδε
Καὶ ἴδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζώων λέγοντος ὡς φωνὴ βροντῆς, ἔρχου.
2 και ιδου ιπποσ λευκοσ και ο καθημενοσ επ αυτον εχων τοξον και εδοθη αυτω στεφανοσ και εξηλθεν νικων και ινα νικηση
καὶ ἴδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
3 και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντοσ ερχου
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζώου λέγοντος, ἔρχου.
4 και εξηλθεν αλλοσ ιπποσ πυροσ και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ τησ γησ ινα αλληλουσ σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη
καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντοσ ερχου και ιδε και ιδου ιπποσ μελασ και ο καθημενοσ επ αυτον εχων ζυγον εν τη χειρι αυτου
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζώου λέγοντος· ἔρχου. καὶ ἴδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
6 και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεισ χοινικεσ κριθησ δηναριου και το ελαιον και τον οινον μη αδικησησ
καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγουσαν, χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα του τεταρτου ζωου λεγοντοσ ερχου και ιδε
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζώου λέγοντος, ἔρχου.
8 και ιδου ιπποσ χλωροσ και ο καθημενοσ επανω αυτου ονομα αυτω ο θανατοσ και ο αδησ ηκολουθει αυτω και εδοθη αυτω εξουσια επι το τεταρτον τησ γησ αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων τησ γησ (Hadēs g86)
καὶ ἴδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. (Hadēs g86)
9 και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τασ ψυχασ των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, ἴδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον.
10 και εκραξαν φωνη μεγαλη λεγοντεσ εωσ ποτε ο δεσποτησ ο αγιοσ και αληθινοσ ου κρινεισ και εκδικεισ το αιμα ημων εκ των κατοικουντων επι τησ γησ
καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες, ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11 και εδοθη αυτοισ εκαστω στολη λευκη και ερρεθη αυτοισ ινα αναπαυσωνται ετι χρονον εωσ πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων και οι μελλοντεσ αποκτενεσθαι ωσ και αυτοι
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν, ἕως πληρώσωσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
12 και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμοσ μεγασ εγενετο και ο ηλιοσ μελασ εγενετο ωσ σακκοσ τριχινοσ και η σεληνη ολη εγενετο ωσ αιμα
Καὶ ἴδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 και οι αστερεσ του ουρανου επεσον εισ την γην ωσ συκη βαλουσα τουσ ολυνθουσ αυτησ υπο ανεμου μεγαλου σειομενη
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14 και ο ουρανοσ απεχωρισθη ωσ βιβλιον ελισσομενον και παν οροσ και νησοσ εκ των τοπων αυτων εκινηθησαν
καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
15 και οι βασιλεισ τησ γησ και οι μεγιστανεσ και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πασ δουλοσ και ελευθεροσ εκρυψαν εαυτουσ εισ τα σπηλαια και εισ τασ πετρασ των ορεων
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
16 και λεγουσιν τοισ ορεσιν και ταισ πετραισ πεσετε εφ ημασ και κρυψατε ημασ απο προσωπου του καθημενου επι του θρονου και απο τησ οργησ του αρνιου
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τῷ θρόνῳ καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17 οτι ηλθεν η ημερα η μεγαλη τησ οργησ αυτου και τισ δυναται σταθηναι
ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

< Αποκαλυψις Ιωαννου 6 >