< Αποκαλυψις Ιωαννου 3 >

1 και τω αγγελω τησ εν σαρδεσιν εκκλησιασ γραψον ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τουσ επτα αστερασ οιδα σου τα εργα οτι ονομα εχεισ οτι ζησ και νεκροσ ει
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 γινου γρηγορων και στηρισον τα λοιπα α εμελλεσ αποβαλλειν ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θεου μου
γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
3 μνημονευε ουν πωσ ειληφασ και ηκουσασ και τηρει και μετανοησον εαν ουν μη γρηγορησησ ηξω επι σε ωσ κλεπτησ και ου μη γνωσ ποιαν ωραν ηξω επι σε
μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
4 αλλ ολιγα εχεισ ονοματα εν σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσιν μετ εμου εν λευκοισ οτι αξιοι εισιν
ἀλλὰ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 ο νικων ουτοσ περιβαλειται εν ιματιοισ λευκοισ και ου μη εξαλειψω το ονομα αυτου εκ τησ βιβλου τησ ζωησ και ομολογησω το ονομα αυτου ενωπιον του πατροσ μου και ενωπιον των αγγελων αυτου
ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 και τω αγγελω τησ εν φιλαδελφεια εκκλησιασ γραψον ταδε λεγει ο αγιοσ ο αληθινοσ ο εχων την κλειν του δαυιδ ο ανοιγων και ουδεισ κλεισει αυτην ει μη ο ανοιγων και ουδεισ ανοιξει
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυείδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει·
8 οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ανεωγμενην ην ουδεισ δυναται κλεισαι αυτην οτι μικραν εχεισ δυναμιν και ετηρησασ μου τον λογον και ουκ ηρνησω το ονομα μου
οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 ιδου διδωμι εκ τησ συναγωγησ του σατανα των λεγοντων εαυτουσ ιουδαιουσ ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτουσ ινα ηξωσιν και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι ηγαπησα σε
ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
10 οτι ετηρησασ τον λογον τησ υπομονησ μου καγω σε τηρησω εκ τησ ωρασ του πειρασμου τησ μελλουσησ ερχεσθαι επι τησ οικουμενησ ολησ πειρασαι τουσ κατοικουντασ επι τησ γησ
ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 ερχομαι ταχυ κρατει ο εχεισ ινα μηδεισ λαβη τον στεφανον σου
ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα τησ πολεωσ του θεου μου τησ καινησ ιερουσαλημ η καταβαινει εκ του ουρανου απο του θεου μου και το ονομα μου το καινον
ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 και τω αγγελω τησ εν λαοδικεια εκκλησιασ γραψον ταδε λεγει ο αμην ο μαρτυσ ο πιστοσ και αληθινοσ η αρχη τησ κτισεωσ του θεου
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15 οιδα σου τα εργα οτι ουτε ψυχροσ ει ουτε ζεστοσ οφελον ψυχροσ ησ η ζεστοσ
οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
16 ουτωσ οτι χλιαροσ ει και ου ζεστοσ ουτε ψυχροσ μελλω σε εμεσαι εκ του στοματοσ μου
οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 οτι λεγεισ πλουσιοσ ειμι και πεπλουτηκα και ουδενοσ χρειαν εχω και ουκ οιδασ οτι συ ει ο ταλαιπωροσ και ο ελεεινοσ και πτωχοσ και τυφλοσ και γυμνοσ
ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
18 συμβουλευω σοι αγορασαι χρυσιον παρ εμου πεπυρωμενον εκ πυροσ ινα πλουτησησ και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη τησ γυμνοτητοσ σου και κολλυριον ινα εγχριση τουσ οφθαλμουσ σου ινα βλεπησ
συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἔγχρισαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 εγω οσουσ εαν φιλω ελεγχω και παιδευω ζηλωσον ουν και μετανοησον
ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
20 ιδου εστηκα επι την θυραν και κρουω εαν τισ ακουση τησ φωνησ μου και ανοιξη την θυραν και εισελευσομαι προσ αυτον και δειπνησω μετ αυτου και αυτοσ μετ εμου
ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ.
21 ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ωσ καγω ενικησα και εκαθισα μετα του πατροσ μου εν τω θρονω αυτου
ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

< Αποκαλυψις Ιωαννου 3 >