< Αποκαλυψις Ιωαννου 22 +

1 και εδειξεν μοι ποταμον καθαρον υδατοσ ζωησ λαμπρον ωσ κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου
Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
2 εν μεσω τησ πλατειασ αυτησ και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωησ ποιουν καρπουσ δωδεκα κατα μηνα εκαστον αποδιδουσ τον καρπον αυτου και τα φυλλα του ξυλου εισ θεραπειαν των εθνων
ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιῶν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 και παν καταθεμα ουκ εσται ετι και ο θρονοσ του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4 και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 και νυξ ουκ εσται εκει και χρειαν ουκ εχουσιν λυχνου και φωτοσ ηλιου οτι κυριοσ ο θεοσ φωτιει αυτουσ και βασιλευσουσιν εισ τουσ αιωνασ των αιωνων (aiōn g165)
καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ ἐπ’ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
6 και λεγει μοι ουτοι οι λογοι πιστοι και αληθινοι και κυριοσ ο θεοσ των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοισ δουλοισ αυτου α δει γενεσθαι εν ταχει
καὶ εἶπέν μοι, οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 και ιδου ερχομαι ταχυ μακαριοσ ο τηρων τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου
καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 καγω ιωαννησ ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσον προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντοσ μοι ταυτα
Κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 και λεγει μοι ορα μη συνδουλοσ σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τουσ λογουσ του βιβλιου τουτου τω θεω προσκυνησον
καὶ λέγει μοι, ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10 και λεγει μοι μη σφραγισησ τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου ο καιροσ γαρ εγγυσ εστιν
καὶ λέγει μοι, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 ο αδικων αδικησατω ετι και ο ρυπαροσ ρυπαρευθητω ετι και ο δικαιοσ δικαιοσυνην ποιησατω ετι και ο αγιοσ αγιασθητω ετι
ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 ιδου ερχομαι ταχυ και ο μισθοσ μου μετ εμου αποδουναι εκαστω ωσ το εργον εσται αυτου
Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
13 εγω το αλφα και το ω ο πρωτοσ και ο εσχατοσ η αρχη και το τελοσ
ἐγὼ τὸ ἄλφα καὶ τὸ ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14 μακαριοι οι ποιουντεσ τασ εντολασ αυτου ινα εσται η εξουσια αυτων επι το ξυλον τησ ζωησ και τοισ πυλωσιν εισελθωσιν εισ την πολιν
μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 εξω οι κυνεσ και οι φαρμακοι και οι πορνοι και οι φονεισ και οι ειδωλολατραι και πασ φιλων και ποιων ψευδοσ
ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος.
16 εγω ιησουσ επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταισ εκκλησιαισ εγω ειμι η ριζα και το γενοσ δαυιδ ο αστηρ ο λαμπροσ ο πρωινοσ
ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωησ δωρεαν
καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 μαρτυρω εγω παντι τω ακουοντι τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου εαν τισ επιθη επ αυτα επιθησαι ο θεοσ επ αυτον τασ πληγασ τασ γεγραμμενασ εν τω βιβλιω τουτω
Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ θεὸς τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 και εαν τισ αφελη απο των λογων του βιβλιου τησ προφητειασ ταυτησ αφελοι ο θεοσ το μεροσ αυτου απο του ξυλου τησ ζωησ και εκ τησ πολεωσ τησ αγιασ των γεγραμμενων εν τω βιβλιω τουτω
καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ναι ερχου κυριε ιησου
Λέγει ὁ μαρτυρῶν ταῦτα· ναί, ἔρχομαι ταχύ. Ἀμήν, ἔρχου κύριε Ἰησοῦ.
21 η χαρισ του κυριου ιησου χριστου μετα παντων των αγιων αμην
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων.

< Αποκαλυψις Ιωαννου 22 +