< Αποκαλυψις Ιωαννου 15 >

1 και ειδον αλλο σημειον εν τω ουρανω μεγα και θαυμαστον αγγελουσ επτα εχοντασ πληγασ επτα τασ εσχατασ οτι εν αυταισ ετελεσθη ο θυμοσ του θεου
Καὶ ἴδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
2 και ειδον ωσ θαλασσαν υαλινην μεμιγμενην πυρι και τουσ νικωντασ εκ του θηριου και εκ τησ εικονοσ αυτου και εκ του αριθμου του ονοματοσ αυτου εστωτασ επι την θαλασσαν την υαλινην εχοντασ κιθαρασ του θεου
καὶ ἴδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
3 και αδουσιν την ωδην μωυσεωσ του δουλου του θεου και την ωδην του αρνιου λεγοντεσ μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεοσ ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευσ των εθνων
καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες, μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
4 τισ ου μη φοβηθη σε κυριε και δοξαση το ονομα σου οτι μονοσ αγιοσ οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφανερωθησαν
τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5 και μετα ταυτα ειδον και ηνοιγη ο ναοσ τησ σκηνησ του μαρτυριου εν τω ουρανω
Καὶ μετὰ ταῦτα ἴδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
6 και εξηλθον οι επτα αγγελοι οι εχοντεσ τασ επτα πληγασ εκ του ναου οι ησαν ενδεδυμενοι λινον καθαρον λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνασ χρυσασ
καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
7 και εν εκ των τεσσαρων ζωων εδωκεν τοισ επτα αγγελοισ επτα φιαλασ χρυσασ γεμουσασ του θυμου του θεου του ζωντοσ εισ τουσ αιωνασ των αιωνων (aiōn g165)
καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
8 και εγεμισθη ο ναοσ καπνου εκ τησ δοξησ του θεου και εκ τησ δυναμεωσ αυτου και ουδεισ εδυνατο εισελθειν εισ τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

< Αποκαλυψις Ιωαννου 15 >