< Αποκαλυψις Ιωαννου 12 >

1 και σημειον μεγα ωφθη εν τω ουρανω γυνη περιβεβλημενη τον ηλιον και η σεληνη υποκατω των ποδων αυτησ και επι τησ κεφαλησ αυτησ στεφανοσ αστερων δωδεκα
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
2 και εν γαστρι εχουσα εκραζεν ωδινουσα και βασανιζομενη τεκειν
καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
3 και ωφθη αλλο σημειον εν τω ουρανω και ιδου δρακων πυροσ μεγασ εχων κεφαλασ επτα και κερατα δεκα και επι τασ κεφαλασ αυτου επτα διαδηματα
καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων πυρρός μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
4 και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου και εβαλεν αυτουσ εισ την γην και ο δρακων εστηκεν ενωπιον τησ γυναικοσ τησ μελλουσησ τεκειν ινα οταν τεκη το τεκνον αυτησ καταφαγη
καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.
5 και ετεκεν υιον αρρενα οσ μελλει ποιμαινειν παντα τα εθνη εν ραβδω σιδηρα και ηρπασθη το τεκνον αυτησ προσ τον θεον και προσ τον θρονον αυτου
καὶ ἔτεκεν υἱόν ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
6 και η γυνη εφυγεν εισ την ερημον οπου εχει εκει τοπον ητοιμασμενον υπο του θεου ινα εκει εκτρεφωσιν αυτην ημερασ χιλιασ διακοσιασ εξηκοντα
καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφουσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
7 και εγενετο πολεμοσ εν τω ουρανω ο μιχαηλ και οι αγγελοι αυτου πολεμησαι μετα του δρακοντοσ και ο δρακων επολεμησεν και οι αγγελοι αυτου
καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,
8 και ουκ ισχυσεν ουδε τοποσ ευρεθη αυτω ετι εν τω ουρανω
καὶ οὐκ ἴσχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.
9 και εβληθη ο δρακων ο μεγασ ο οφισ ο αρχαιοσ ο καλουμενοσ διαβολοσ και σατανασ ο πλανων την οικουμενην ολην εβληθη εισ την γην και οι αγγελοι αυτου μετ αυτου εβληθησαν
καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.
10 και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν αρτι εγενετο η σωτηρια και η δυναμισ και η βασιλεια του θεου ημων και η εξουσια του χριστου αυτου οτι εβληθη ο κατηγοροσ των αδελφων ημων ο κατηγορων αυτων ενωπιον του θεου ημων ημερασ και νυκτοσ
καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν, ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
11 και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον τησ μαρτυριασ αυτων και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου
καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
12 δια τουτο ευφραινεσθε ουρανοι και οι εν αυτοισ σκηνουντεσ ουαι τη γη και τη θαλασση οτι κατεβη ο διαβολοσ προσ υμασ εχων θυμον μεγαν ειδωσ οτι ολιγον καιρον εχει
διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
13 και οτε ειδεν ο δρακων οτι εβληθη εισ την γην εδιωξεν την γυναικα ητισ ετεκεν τον αρρενα
Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα.
14 και εδοθησαν τη γυναικι δυο πτερυγεσ του αετου του μεγαλου ινα πετηται εισ την ερημον εισ τον τοπον αυτησ οπωσ τρεφηται εκει καιρον και καιρουσ και ημισυ καιρου απο προσωπου του οφεωσ
καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
15 και εβαλεν ο οφισ εκ του στοματοσ αυτου οπισω τησ γυναικοσ υδωρ ωσ ποταμον ινα αυτην ποταμοφορητον ποιηση
καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
16 και εβοηθησεν η γη τη γυναικι και ηνοιξεν η γη το στομα αυτησ και κατεπιεν τον ποταμον ον εβαλεν ο δρακων εκ του στοματοσ αυτου
καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
17 και ωργισθη ο δρακων επι τη γυναικι και απηλθεν ποιησαι πολεμον μετα των λοιπων του σπερματοσ αυτησ των τηρουντων τασ εντολασ του θεου και εχοντων την μαρτυριαν ιησου
καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ·

< Αποκαλυψις Ιωαννου 12 >