< Κατα Μαρκον 1 >

1 αρχη του ευαγγελιου ιησου χριστου υιου του θεου
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ.
2 ωσ γεγραπται εν τοισ προφηταισ ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
Ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
3 φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 εγενετο ιωαννησ βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 και εξεπορευετο προσ αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται και εβαπτιζοντο παντεσ εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τασ αμαρτιασ αυτων
Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 ην δε ο ιωαννησ ενδεδυμενοσ τριχασ καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδασ και μελι αγριον
Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 και εκηρυσσεν λεγων ερχεται ο ισχυροτεροσ μου οπισω μου ου ουκ ειμι ικανοσ κυψασ λυσαι τον ιμαντα των υποδηματων αυτου
Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8 εγω μεν εβαπτισα υμασ εν υδατι αυτοσ δε βαπτισει υμασ εν πνευματι αγιω
Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
9 και εγενετο εν εκειναισ ταισ ημεραισ ηλθεν ιησουσ απο ναζαρετ τησ γαλιλαιασ και εβαπτισθη υπο ιωαννου εισ τον ιορδανην
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.
10 και ευθεωσ αναβαινων απο του υδατοσ ειδεν σχιζομενουσ τουσ ουρανουσ και το πνευμα ωσει περιστεραν καταβαινον επ αυτον
Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν·
11 και φωνη εγενετο εκ των ουρανων συ ει ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα
καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
12 και ευθυσ το πνευμα αυτον εκβαλλει εισ την ερημον
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 και ην εκει εν τη ερημω ημερασ τεσσαρακοντα πειραζομενοσ υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω
Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 μετα δε το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησουσ εισ την γαλιλαιαν κηρυσσων το ευαγγελιον τησ βασιλειασ του θεου
Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ,
15 και λεγων οτι πεπληρωται ο καιροσ και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω
καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 περιπατων δε παρα την θαλασσαν τησ γαλιλαιασ ειδεν σιμωνα και ανδρεαν τον αδελφον αυτου του σιμωνοσ βαλλοντασ αμφιβληστρον εν τη θαλασση ησαν γαρ αλιεισ
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
17 και ειπεν αυτοισ ο ιησουσ δευτε οπισω μου και ποιησω υμασ γενεσθαι αλιεισ ανθρωπων
Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
18 και ευθεωσ αφεντεσ τα δικτυα αυτων ηκολουθησαν αυτω
Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
19 και προβασ εκειθεν ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτουσ εν τω πλοιω καταρτιζοντασ τα δικτυα
Καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
20 και ευθεωσ εκαλεσεν αυτουσ και αφεντεσ τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου
Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 και εισπορευονται εισ καπερναουμ και ευθεωσ τοισ σαββασιν εισελθων εισ την συναγωγην εδιδασκεν
Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε.
22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν εχων και ουχ ωσ οι γραμματεισ
Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 και ην εν τη συναγωγη αυτων ανθρωποσ εν πνευματι ακαθαρτω και ανεκραξεν
Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,
24 λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθεσ απολεσαι ημασ οιδα σε τισ ει ο αγιοσ του θεου
λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
25 και επετιμησεν αυτω ο ιησουσ λεγων φιμωθητι και εξελθε εξ αυτου
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και κραξαν φωνη μεγαλη εξηλθεν εξ αυτου
Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
27 και εθαμβηθησαν παντεσ ωστε συζητειν προσ εαυτουσ λεγοντασ τι εστιν τουτο τισ η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοισ πνευμασιν τοισ ακαθαρτοισ επιτασσει και υπακουουσιν αυτω
Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς αὐτούς, λέγοντας, Τί ἐστι τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;
28 εξηλθεν δε η ακοη αυτου ευθυσ εισ ολην την περιχωρον τησ γαλιλαιασ
Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 και ευθεωσ εκ τησ συναγωγησ εξελθοντεσ ηλθον εισ την οικιαν σιμωνοσ και ανδρεου μετα ιακωβου και ιωαννου
Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30 η δε πενθερα σιμωνοσ κατεκειτο πυρεσσουσα και ευθεωσ λεγουσιν αυτω περι αυτησ
Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·
31 και προσελθων ηγειρεν αυτην κρατησασ τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ ευθεωσ και διηκονει αυτοισ
καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 οψιασ δε γενομενησ οτε εδυ ο ηλιοσ εφερον προσ αυτον παντασ τουσ κακωσ εχοντασ και τουσ δαιμονιζομενουσ
Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 και η πολισ ολη επισυνηγμενη ην προσ την θυραν
καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.
34 και εθεραπευσεν πολλουσ κακωσ εχοντασ ποικιλαισ νοσοισ και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον
Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
35 και πρωι εννυχον λιαν αναστασ εξηλθεν και απηλθεν εισ ερημον τοπον κακει προσηυχετο
Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
36 και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου
Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ·
37 και ευροντεσ αυτον λεγουσιν αυτω οτι παντεσ σε ζητουσιν
καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσί σε.
38 και λεγει αυτοισ αγωμεν εισ τασ εχομενασ κωμοπολεισ ινα και εκει κηρυξω εισ τουτο γαρ εξεληλυθα
Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα.
39 και ην κηρυσσων εν ταισ συναγωγαισ αυτων εισ ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων
Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 και ερχεται προσ αυτον λεπροσ παρακαλων αυτον και γονυπετων αυτον και λεγων αυτω οτι εαν θελησ δυνασαι με καθαρισαι
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
41 ο δε ιησουσ σπλαγχνισθεισ εκτεινασ την χειρα ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι
Ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.
42 και ειποντοσ αυτου ευθεωσ απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη
Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
43 και εμβριμησαμενοσ αυτω ευθεωσ εξεβαλεν αυτον
Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν,
44 και λεγει αυτω ορα μηδενι μηδεν ειπησ αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
45 ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερωσ εισ πολιν εισελθειν αλλ εξω εν ερημοισ τοποισ ην και ηρχοντο προσ αυτον πανταχοθεν
Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.

< Κατα Μαρκον 1 >