< Κατα Λουκαν 3 >

1 εν ετει δε πεντεκαιδεκατω τησ ηγεμονιασ τιβεριου καισαροσ ηγεμονευοντοσ ποντιου πιλατου τησ ιουδαιασ και τετραρχουντοσ τησ γαλιλαιασ ηρωδου φιλιππου δε του αδελφου αυτου τετραρχουντοσ τησ ιτουραιασ και τραχωνιτιδοσ χωρασ και λυσανιου τησ αβιληνησ τετραρχουντοσ
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πειλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος,
2 επι αρχιερεωσ αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω
ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
3 και ηλθεν εισ πασαν την περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4 ωσ γεγραπται εν βιβλω λογων ησαιου του προφητου λεγοντοσ φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·
5 πασα φαραγξ πληρωθησεται και παν οροσ και βουνοσ ταπεινωθησεται και εσται τα σκολια εισ ευθειαν και αι τραχειαι εισ οδουσ λειασ
πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6 και οψεται πασα σαρξ το σωτηριον του θεου
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
7 ελεγεν ουν τοισ εκπορευομενοισ οχλοισ βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τισ υπεδειξεν υμιν φυγειν απο τησ μελλουσησ οργησ
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8 ποιησατε ουν καρπουσ αξιουσ τησ μετανοιασ και μη αρξησθε λεγειν εν εαυτοισ πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεοσ εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
9 ηδη δε και η αξινη προσ την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εισ πυρ βαλλεται
ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
10 και επηρωτων αυτον οι οχλοι λεγοντεσ τι ουν ποιησομεν
Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσωμεν;
11 αποκριθεισ δε λεγει αυτοισ ο εχων δυο χιτωνασ μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιωσ ποιειτω
ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
12 ηλθον δε και τελωναι βαπτισθηναι και ειπον προσ αυτον διδασκαλε τι ποιησομεν
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσωμεν;
13 ο δε ειπεν προσ αυτουσ μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε
ὁ δὲ εἶπεν πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
14 επηρωτων δε αυτον και στρατευομενοι λεγοντεσ και ημεισ τι ποιησομεν και ειπεν προσ αυτουσ μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοισ οψωνιοισ υμων
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν πρὸς αὐτούς· μηδένα διασείσητε, μηδένα συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 προσδοκωντοσ δε του λαου και διαλογιζομενων παντων εν ταισ καρδιαισ αυτων περι του ιωαννου μηποτε αυτοσ ειη ο χριστοσ
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,
16 απεκρινατο ο ιωαννησ απασιν λεγων εγω μεν υδατι βαπτιζω υμασ ερχεται δε ο ισχυροτεροσ μου ου ουκ ειμι ικανοσ λυσαι τον ιμαντα των υποδηματων αυτου αυτοσ υμασ βαπτισει εν πνευματι αγιω και πυρι
ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
17 ου το πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και συναξει τον σιτον εισ την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
19 ο δε ηρωδησ ο τετραρχησ ελεγχομενοσ υπ αυτου περι ηρωδιαδοσ τησ γυναικοσ του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδησ
ὁ δὲ Ἡρώδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρώδης,
20 προσεθηκεν και τουτο επι πασιν και κατεκλεισεν τον ιωαννην εν τη φυλακη
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
21 εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντοσ και προσευχομενου ανεωχθηναι τον ουρανον
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανόν,
22 και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ωσει περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι λεγουσαν συ ει ο υιοσ μου ο αγαπητοσ εν σοι ευδοκησα
καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
23 και αυτοσ ην ο ιησουσ ωσει ετων τριακοντα αρχομενοσ ων ωσ ενομιζετο υιοσ ιωσηφ του ηλι
Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἡλεὶ
24 του ματθατ του λευι του μελχι του ιαννα του ιωσηφ
τοῦ Μαθθὰθ τοῦ Λευεὶ τοῦ Μελχεὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
25 του ματταθιου του αμωσ του ναουμ του εσλι του ναγγαι
τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἐσλεὶ τοῦ Ναγγαὶ
26 του μααθ του ματταθιου του σεμει του ιωσηφ του ιουδα
τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεεὶν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
27 του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι
τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρεὶ
28 του μελχι του αδδι του κωσαμ του ελμωδαμ του ηρ
τοῦ Μελχεὶ τοῦ Ἀδδεὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
29 του ιωση του ελιεζερ του ιωρειμ του ματθατ του λευι
τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρεὶμ τοῦ Μαθθὰθ τοῦ Λευεὶ
30 του συμεων του ιουδα του ιωσηφ του ιωναν του ελιακειμ
τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακεὶμ
31 του μελεα του μαιναν του ματταθα του ναθαν του δαυιδ
τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυεὶδ
32 του ιεσσαι του ωβηδ του βοοζ του σαλμων του ναασσων
τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
33 του αμιναδαβ του αραμ του εσρωμ του φαρεσ του ιουδα
τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμεὶν τοῦ Ἀρνεὶ τοῦ Ἐσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
34 του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ
τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
35 του σερουχ του ραγαυ του φαλεγ του εβερ του σαλα
τοῦ Σεροὺχ τοῦ Ῥαγαῦ τοῦ Φαλὲκ τοῦ Ἔβερ τοῦ Σαλὰ
36 του καιναν του αρφαξαδ του σημ του νωε του λαμεχ
τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
37 του μαθουσαλα του ενωχ του ιαρεδ του μαλελεηλ του καιναν
τοῦ Μαθουσαλὰ τοῦ Ἐνὼχ τοῦ Ἰάρετ τοῦ Μελελεὴλ τοῦ Καϊνὰμ
38 του ενωσ του σηθ του αδαμ του θεου
τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.

< Κατα Λουκαν 3 >