< Κατα Λουκαν 19 >

1 και εισελθων διηρχετο την ιεριχω
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ·
2 και ιδου ανηρ ονοματι καλουμενοσ ζακχαιοσ και αυτοσ ην αρχιτελωνησ και ουτοσ ην πλουσιοσ
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος,
3 και εζητει ιδειν τον ιησουν τισ εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικροσ ην
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 και προδραμων εμπροσθεν ανεβη επι συκομωραιαν ινα ιδη αυτον οτι εκεινησ εμελλεν διερχεσθαι
καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι.
5 και ωσ ηλθεν επι τον τοπον αναβλεψασ ο ιησουσ ειδεν αυτον και ειπεν προσ αυτον ζακχαιε σπευσασ καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 και σπευσασ κατεβη και υπεδεξατο αυτον χαιρων
καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 και ιδοντεσ παντεσ διεγογγυζον λεγοντεσ οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.
8 σταθεισ δε ζακχαιοσ ειπεν προσ τον κυριον ιδου τα ημιση των υπαρχοντων μου κυριε διδωμι τοισ πτωχοισ και ει τινοσ τι εσυκοφαντησα αποδιδωμι τετραπλουν
σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
9 ειπεν δε προσ αυτον ο ιησουσ οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτοσ υιοσ αβρααμ εστιν
εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
10 ηλθεν γαρ ο υιοσ του ανθρωπου ζητησαι και σωσαι το απολωλοσ
ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 ακουοντων δε αυτων ταυτα προσθεισ ειπεν παραβολην δια το εγγυσ αυτον ειναι ιερουσαλημ και δοκειν αυτουσ οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι·
12 ειπεν ουν ανθρωποσ τισ ευγενησ επορευθη εισ χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι
εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 καλεσασ δε δεκα δουλουσ εαυτου εδωκεν αυτοισ δεκα μνασ και ειπεν προσ αυτουσ πραγματευσασθε εωσ ερχομαι
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.
14 οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντεσ ου θελομεν τουτον βασιλευσαι εφ ημασ
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τουσ δουλουσ τουτουσ οισ εδωκεν το αργυριον ινα γνω τισ τι διεπραγματευσατο
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο.
16 παρεγενετο δε ο πρωτοσ λεγων κυριε η μνα σου προσειργασατο δεκα μνασ
παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.
17 και ειπεν αυτω ευ αγαθε δουλε οτι εν ελαχιστω πιστοσ εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων
καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 και ηλθεν ο δευτεροσ λεγων κυριε η μνα σου εποιησεν πεντε μνασ
καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς.
19 ειπεν δε και τουτω και συ γινου επανω πεντε πολεων
εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.
20 και ετεροσ ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω
καὶ ἕτερος ἦλθε λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
21 εφοβουμην γαρ σε οτι ανθρωποσ αυστηροσ ει αιρεισ ο ουκ εθηκασ και θεριζεισ ο ουκ εσπειρασ
ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας.
22 λεγει δε αυτω εκ του στοματοσ σου κρινω σε πονηρε δουλε ηδεισ οτι εγω ανθρωποσ αυστηροσ ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα
λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα·
23 και δια τι ουκ εδωκασ το αργυριον μου επι τραπεζαν και εγω ελθων συν τοκω αν επραξα αυτο
καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;
24 και τοισ παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τασ δεκα μνασ εχοντι
καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
25 και ειπον αυτω κυριε εχει δεκα μνασ
[καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.]
26 λεγω γαρ υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντοσ και ο εχει αρθησεται απ αυτου
λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
27 πλην τουσ εχθρουσ μου εκεινουσ τουσ μη θελησαντασ με βασιλευσαι επ αυτουσ αγαγετε ωδε και κατασφαξατε εμπροσθεν μου
πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εισ ιεροσολυμα
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 και εγενετο ωσ ηγγισεν εισ βηθσφαγη και βηθανιαν προσ το οροσ το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων αυτου
καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ
30 ειπων υπαγετε εισ την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεισ πωποτε ανθρωπων εκαθισεν λυσαντεσ αυτον αγαγετε
εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.
31 και εαν τισ υμασ ερωτα δια τι λυετε ουτωσ ερειτε αυτω οτι ο κυριοσ αυτου χρειαν εχει
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
32 απελθοντεσ δε οι απεσταλμενοι ευρον καθωσ ειπεν αυτοισ
ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον·
33 λυοντων δε αυτων τον πωλον ειπον οι κυριοι αυτου προσ αυτουσ τι λυετε τον πωλον
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
34 οι δε ειπον ο κυριοσ αυτου χρειαν εχει
οἱ δὲ εἶπον ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
35 και ηγαγον αυτον προσ τον ιησουν και επιρριψαντεσ εαυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
37 εγγιζοντοσ δε αυτου ηδη προσ τη καταβασει του ορουσ των ελαιων ηρξαντο απαν το πληθοσ των μαθητων χαιροντεσ αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων
ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
38 λεγοντεσ ευλογημενοσ ο ερχομενοσ βασιλευσ εν ονοματι κυριου ειρηνη εν ουρανω και δοξα εν υψιστοισ
λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις.
39 και τινεσ των φαρισαιων απο του οχλου ειπον προσ αυτον διδασκαλε επιτιμησον τοισ μαθηταισ σου
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40 και αποκριθεισ ειπεν αυτοισ λεγω υμιν οτι εαν ουτοι σιωπησωσιν οι λιθοι κεκραξονται
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
41 και ωσ ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτη
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτῇ,
42 λεγων οτι ει εγνωσ και συ και γε εν τη ημερα σου ταυτη τα προσ ειρηνην σου νυν δε εκρυβη απο οφθαλμων σου
λέγων ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου·
43 οτι ηξουσιν ημεραι επι σε και περιβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν,
44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν εν σοι λιθον επι λιθω ανθ ων ουκ εγνωσ τον καιρον τησ επισκοπησ σου
καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 και εισελθων εισ το ιερον ηρξατο εκβαλλειν τουσ πωλουντασ εν αυτω και αγοραζοντασ
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας
46 λεγων αυτοισ γεγραπται ο οικοσ μου οικοσ προσευχησ εστιν υμεισ δε αυτον εποιησατε σπηλαιον ληστων
λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεισ και οι γραμματεισ εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου
Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 και ουχ ευρισκον το τι ποιησωσιν ο λαοσ γαρ απασ εξεκρεματο αυτου ακουων
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

< Κατα Λουκαν 19 >