< Κατα Ιωαννην 8 >

1 ιησουσ δε επορευθη εισ το οροσ των ελαιων
Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
2 ορθρου δε παλιν παρεγενετο εισ το ιερον και πασ ο λαοσ ηρχετο και καθισασ εδιδασκεν αυτουσ
Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν. καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3 αγουσιν δε οι γραμματεισ και οι φαρισαιοι προσ αυτον γυναικα εν μοιχεια καταληφθεισαν και στησαντεσ αυτην εν μεσω
ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
4 λεγουσιν αυτω πειραζοντεσ διδασκαλε αυτη η γυνη κατεληφθη επ αυτοφορω μοιχευομενη
λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπαυτοφώρῳ μοιχευομένη.
5 εν δε τω νομω μωσησ ημιν ενετειλατο τασ τοιαυτασ λιθοβολεισθαι συ ουν τι λεγεισ
ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
6 τουτο δε ελεγον πειραζοντεσ αυτον ινα εχωσιν κατηγορειν αυτου ο δε ιησουσ κατω κυψασ τω δακτυλω εγραφεν εισ την γην μη προσποιουμενοσ
τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν·
7 ωσ δε επεμενον ερωτωντεσ αυτον ανακυψασ ειπεν προσ αυτουσ ο αναμαρτητοσ υμων πρωτον επ αυτην τον λιθον βαλετω
ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνάκυψας εἶπε πρὸς αὐτοὺς, Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω.
8 και παλιν κατω κυψασ εγραφεν εισ την γην
καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
9 οι δε ακουσαντεσ και υπο τησ συνειδησεωσ ελεγχομενοι εξηρχοντο εισ καθ εισ αρξαμενοι απο των πρεσβυτερων και κατελειφθη μονοσ ο ιησουσ και η γυνη εν μεσω ουσα
οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεῖς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.
10 ανακυψασ δε ο ιησουσ και μηδενα θεασαμενοσ πλην τησ γυναικοσ ειπεν αυτη που εισιν εκεινοι οι κατηγοροι σου ουδεισ σε κατεκρινεν
ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ, Ἡ γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν;
11 η δε ειπεν ουδεισ κυριε ειπεν δε ο ιησουσ ουδε εγω σε κρινω πορευου και μηκετι αμαρτανε
ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
12 παλιν ουν αυτοισ ο ιησουσ ελαλησεν λεγων εγω ειμι το φωσ του κοσμου ο ακολουθων εμοι ου μη περιπατηση εν τη σκοτια αλλ εξει το φωσ τησ ζωησ
Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
13 ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεισ η μαρτυρια σου ουκ εστιν αληθησ
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
14 απεκριθη ιησουσ και ειπεν αυτοισ καν εγω μαρτυρω περι εμαυτου αληθησ εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω υμεισ δε ουκ οιδατε ποθεν ερχομαι και που υπαγω
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.
15 υμεισ κατα την σαρκα κρινετε εγω ου κρινω ουδενα
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
16 και εαν κρινω δε εγω η κρισισ η εμη αληθησ εστιν οτι μονοσ ουκ ειμι αλλ εγω και ο πεμψασ με πατηρ
καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με.
17 και εν τω νομω δε τω υμετερω γεγραπται οτι δυο ανθρωπων η μαρτυρια αληθησ εστιν
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
18 εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψασ με πατηρ
ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.
19 ελεγον ουν αυτω που εστιν ο πατηρ σου απεκριθη ιησουσ ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε και τον πατερα μου ηδειτε αν
ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.
20 ταυτα τα ρηματα ελαλησεν ο ιησουσ εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεισ επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
21 ειπεν ουν παλιν αυτοισ ο ιησουσ εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεισ ου δυνασθε ελθειν
Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
22 ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεισ ου δυνασθε ελθειν
ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
23 και ειπεν αυτοισ υμεισ εκ των κατω εστε εγω εκ των ανω ειμι υμεισ εκ του κοσμου τουτου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου
καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταισ αμαρτιαισ υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταισ αμαρτιαισ υμων
εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
25 ελεγον ουν αυτω συ τισ ει και ειπεν αυτοισ ο ιησουσ την αρχην ο τι και λαλω υμιν
ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;
26 πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψασ με αληθησ εστιν καγω α ηκουσα παρ αυτου ταυτα λεγω εισ τον κοσμον
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.
27 ουκ εγνωσαν οτι τον πατερα αυτοισ ελεγεν
οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν.
28 ειπεν ουν αυτοισ ο ιησουσ οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθωσ εδιδαξεν με ο πατηρ μου ταυτα λαλω
εἶπεν οὖν ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ.
29 και ο πεμψασ με μετ εμου εστιν ουκ αφηκεν με μονον ο πατηρ οτι εγω τα αρεστα αυτω ποιω παντοτε
καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
30 ταυτα αυτου λαλουντοσ πολλοι επιστευσαν εισ αυτον
Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31 ελεγεν ουν ο ιησουσ προσ τουσ πεπιστευκοτασ αυτω ιουδαιουσ εαν υμεισ μεινητε εν τω λογω τω εμω αληθωσ μαθηται μου εστε
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
32 και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμασ
καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
33 απεκριθησαν αυτω σπερμα αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πωσ συ λεγεισ οτι ελευθεροι γενησεσθε
ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34 απεκριθη αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν οτι πασ ο ποιων την αμαρτιαν δουλοσ εστιν τησ αμαρτιασ
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.
35 ο δε δουλοσ ου μενει εν τη οικια εισ τον αιωνα ο υιοσ μενει εισ τον αιωνα (aiōn g165)
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. (aiōn g165)
36 εαν ουν ο υιοσ υμασ ελευθερωση οντωσ ελευθεροι εσεσθε
ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
37 οιδα οτι σπερμα αβρααμ εστε αλλα ζητειτε με αποκτειναι οτι ο λογοσ ο εμοσ ου χωρει εν υμιν
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
38 εγω ο εωρακα παρα τω πατρι μου λαλω και υμεισ ουν ο εωρακατε παρα τω πατρι υμων ποιειτε
ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
39 απεκριθησαν και ειπον αυτω ο πατηρ ημων αβρααμ εστιν λεγει αυτοισ ο ιησουσ ει τεκνα του αβρααμ ητε τα εργα του αβρααμ εποιειτε
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε·
40 νυν δε ζητειτε με αποκτειναι ανθρωπον οσ την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο αβρααμ ουκ εποιησεν
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
41 υμεισ ποιειτε τα εργα του πατροσ υμων ειπον ουν αυτω ημεισ εκ πορνειασ ου γεγεννημεθα ενα πατερα εχομεν τον θεον
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἕνα Πατέρα ἔχομεν τὸν Θεόν.
42 ειπεν ουν αυτοισ ο ιησουσ ει ο θεοσ πατηρ υμων ην ηγαπατε αν εμε εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινοσ με απεστειλεν
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.
43 δια τι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον
διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
44 υμεισ εκ του πατροσ του διαβολου εστε και τασ επιθυμιασ του πατροσ υμων θελετε ποιειν εκεινοσ ανθρωποκτονοσ ην απ αρχησ και εν τη αληθεια ουχ εστηκεν οτι ουκ εστιν αληθεια εν αυτω οταν λαλη το ψευδοσ εκ των ιδιων λαλει οτι ψευστησ εστιν και ο πατηρ αυτου
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
45 εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
46 τισ εξ υμων ελεγχει με περι αμαρτιασ ει δε αληθειαν λεγω δια τι υμεισ ου πιστευετε μοι
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
47 ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεισ ουκ ακουετε οτι εκ του θεου ουκ εστε
ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
48 απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω ου καλωσ λεγομεν ημεισ οτι σαμαρειτησ ει συ και δαιμονιον εχεισ
Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
49 απεκριθη ιησουσ εγω δαιμονιον ουκ εχω αλλα τιμω τον πατερα μου και υμεισ ατιμαζετε με
ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
50 εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51 αμην αμην λεγω υμιν εαν τισ τον λογον τον εμον τηρηση θανατον ου μη θεωρηση εισ τον αιωνα (aiōn g165)
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. (aiōn g165)
52 ειπον ουν αυτω οι ιουδαιοι νυν εγνωκαμεν οτι δαιμονιον εχεισ αβρααμ απεθανεν και οι προφηται και συ λεγεισ εαν τισ τον λογον μου τηρηση ου μη γευσηται θανατου εισ τον αιωνα (aiōn g165)
εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. (aiōn g165)
53 μη συ μειζων ει του πατροσ ημων αβρααμ οστισ απεθανεν και οι προφηται απεθανον τινα σεαυτον συ ποιεισ
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;
54 απεκριθη ιησουσ εαν εγω δοξαζω εμαυτον η δοξα μου ουδεν εστιν εστιν ο πατηρ μου ο δοξαζων με ον υμεισ λεγετε οτι θεοσ ημων εστιν
ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν,
55 και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον και εαν ειπω οτι ουκ οιδα αυτον εσομαι ομοιοσ υμων ψευστησ αλλ οιδα αυτον και τον λογον αυτου τηρω
καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56 αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην και ειδεν και εχαρη
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
57 ειπον ουν οι ιουδαιοι προσ αυτον πεντηκοντα ετη ουπω εχεισ και αβρααμ εωρακασ
εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
58 ειπεν αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι εγω ειμι
εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
59 ηραν ουν λιθουσ ινα βαλωσιν επ αυτον ιησουσ δε εκρυβη και εξηλθεν εκ του ιερου διελθων δια μεσου αυτων και παρηγεν ουτωσ
ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

< Κατα Ιωαννην 8 >