< Κατα Ιωαννην 7 >

1 και περιεπατει ο ιησουσ μετα ταυτα εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι
Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 ην δε εγγυσ η εορτη των ιουδαιων η σκηνοπηγια
ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
3 ειπον ουν προσ αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εισ την ιουδαιαν ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεισ
εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν τὰ ἔργα σου ἃ ποιεῖς·
4 ουδεισ γαρ εν κρυπτω τι ποιει και ζητει αυτοσ εν παρρησια ειναι ει ταυτα ποιεισ φανερωσον σεαυτον τω κοσμω
οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 ουδε γαρ οι αδελφοι αυτου επιστευον εισ αυτον
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 λεγει ουν αυτοισ ο ιησουσ ο καιροσ ο εμοσ ουπω παρεστιν ο δε καιροσ ο υμετεροσ παντοτε εστιν ετοιμοσ
λέγει αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 ου δυναται ο κοσμοσ μισειν υμασ εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν
οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 υμεισ αναβητε εισ την εορτην ταυτην εγω ουπω αναβαινω εισ την εορτην ταυτην οτι ο καιροσ ο εμοσ ουπω πεπληρωται
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
9 ταυτα δε ειπων αυτοισ εμεινεν εν τη γαλιλαια
ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 ωσ δε ανεβησαν οι αδελφοι αυτου τοτε και αυτοσ ανεβη εισ την εορτην ου φανερωσ αλλ ωσ εν κρυπτω
ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλ’ ἐν κρυπτῷ.
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινοσ
οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
12 και γογγυσμοσ πολυσ περι αυτου ην εν τοισ οχλοισ οι μεν ελεγον οτι αγαθοσ εστιν αλλοι ελεγον ου αλλα πλανα τον οχλον
καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τῷ ὄχλῳ· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 ουδεισ μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 ηδη δε τησ εορτησ μεσουσησ ανεβη ο ιησουσ εισ το ιερον και εδιδασκεν
Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
15 και εθαυμαζον οι ιουδαιοι λεγοντεσ πωσ ουτοσ γραμματα οιδεν μη μεμαθηκωσ
ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
16 απεκριθη ουν αυτοισ ο ιησουσ και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντοσ με
ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
17 εαν τισ θελη το θελημα αυτου ποιειν γνωσεται περι τησ διδαχησ ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ θεοῦ ἐστὶν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντοσ αυτον ουτοσ αληθησ εστιν και αδικια εν αυτω ουκ εστιν
ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 ου μωσησ δεδωκεν υμιν τον νομον και ουδεισ εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι
οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20 απεκριθη ο οχλοσ και ειπεν δαιμονιον εχεισ τισ σε ζητει αποκτειναι
ἀπεκρίθη ὁ ὄχλος· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 απεκριθη ιησουσ και ειπεν αυτοισ εν εργον εποιησα και παντεσ θαυμαζετε
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
22 δια τουτο μωσησ δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωσεωσ εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον
ὁ Μωϋσῆς δέδωκεν. ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 ει περιτομην λαμβανει ανθρωποσ εν σαββατω ινα μη λυθη ο νομοσ μωσεωσ εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω
εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος ὁ Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινατε
μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25 ελεγον ουν τινεσ εκ των ιεροσολυμιτων ουχ ουτοσ εστιν ον ζητουσιν αποκτειναι
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμειτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθωσ εγνωσαν οι αρχοντεσ οτι ουτοσ εστιν αληθωσ ο χριστοσ
καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός;
27 αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστοσ οταν ερχηται ουδεισ γινωσκει ποθεν εστιν
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 εκραξεν ουν εν τω ιερω διδασκων ο ιησουσ και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινοσ ο πεμψασ με ον υμεισ ουκ οιδατε
ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
29 εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινοσ με απεστειλεν
ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέσταλκεν.
30 εζητουν ουν αυτον πιασαι και ουδεισ επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου
ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 πολλοι δε εκ του οχλου επιστευσαν εισ αυτον και ελεγον οτι ο χριστοσ οταν ελθη μητι πλειονα σημεια τουτων ποιησει ων ουτοσ εποιησεν
Πολλοὶ δὲ ἐπίστευσαν ἐκ τοῦ ὄχλου εἰς αὐτόν, καὶ ἔλεγον· ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ποιεῖ;
32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντοσ περι αυτου ταυτα και απεστειλαν υπηρετασ οι φαρισαιοι και οι αρχιερεισ ινα πιασωσιν αυτον
ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἵνα πιάσωσιν αὐτόν.
33 ειπεν ουν ο ιησουσ ετι μικρον χρονον μεθ υμων ειμι και υπαγω προσ τον πεμψαντα με
εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεισ ου δυνασθε ελθειν
ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 ειπον ουν οι ιουδαιοι προσ εαυτουσ που ουτοσ μελλει πορευεσθαι οτι ημεισ ουχ ευρησομεν αυτον μη εισ την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τουσ ελληνασ
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ μέλλει οὗτος πορεύεσθαι, ὅτι οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 τισ εστιν ουτοσ ο λογοσ ον ειπεν ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεισ ου δυνασθε ελθειν
τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν· ζητήσετέ με καὶ οὐχ εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 εν δε τη εσχατη ημερα τη μεγαλη τησ εορτησ ειστηκει ο ιησουσ και εκραξεν λεγων εαν τισ διψα ερχεσθω προσ με και πινετω
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω καὶ πινέτω.
38 ο πιστευων εισ εμε καθωσ ειπεν η γραφη ποταμοι εκ τησ κοιλιασ αυτου ρευσουσιν υδατοσ ζωντοσ
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τουτο δε ειπεν περι του πνευματοσ ου εμελλον λαμβανειν οι πιστευοντεσ εισ αυτον ουπω γαρ ην πνευμα αγιον οτι ιησουσ ουδεπω εδοξασθη
τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύσοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 πολλοι ουν εκ του οχλου ακουσαντεσ τον λογον ελεγον ουτοσ εστιν αληθωσ ο προφητησ
Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 αλλοι ελεγον ουτοσ εστιν ο χριστοσ αλλοι ελεγον μη γαρ εκ τησ γαλιλαιασ ο χριστοσ ερχεται
ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 ουχι η γραφη ειπεν οτι εκ του σπερματοσ δαυιδ και απο βηθλεεμ τησ κωμησ οπου ην δαυιδ ο χριστοσ ερχεται
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυείδ, ὁ Χριστὸς ἔρχεται;
43 σχισμα ουν εν τω οχλω εγενετο δι αυτον
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν·
44 τινεσ δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεισ επεβαλεν επ αυτον τασ χειρασ
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45 ηλθον ουν οι υπηρεται προσ τουσ αρχιερεισ και φαρισαιουσ και ειπον αυτοισ εκεινοι δια τι ουκ ηγαγετε αυτον
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, διατί οὐκ ἠγάγετε αὐτόν;
46 απεκριθησαν οι υπηρεται ουδεποτε ουτωσ ελαλησεν ανθρωποσ ωσ ουτοσ ο ανθρωποσ
ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος.
47 απεκριθησαν ουν αυτοισ οι φαρισαιοι μη και υμεισ πεπλανησθε
ἀπεκρίθησαν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μη τισ εκ των αρχοντων επιστευσεν εισ αυτον η εκ των φαρισαιων
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 αλλ ο οχλοσ ουτοσ ο μη γινωσκων τον νομον επικαταρατοι εισιν
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσίν.
50 λεγει νικοδημοσ προσ αυτουσ ο ελθων νυκτοσ προσ αυτον εισ ων εξ αυτων
λέγει Νικόδημος πρὸς αὐτούς, εἷς ὢν ἐξ αὐτῶν·
51 μη ο νομοσ ημων κρινει τον ανθρωπον εαν μη ακουση παρ αυτου προτερον και γνω τι ποιει
μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;
52 απεκριθησαν και ειπον αυτω μη και συ εκ τησ γαλιλαιασ ει ερευνησον και ιδε οτι προφητησ εκ τησ γαλιλαιασ ουκ εγηγερται
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.
53 και επορευθη εκαστοσ εισ τον οικον αυτου
και επορευθησαν εκαστος εις τον οικον αυτου.

< Κατα Ιωαννην 7 >