< Κατα Ιωαννην 17 >

1 ταυτα ελαλησεν ο ιησουσ και επηρεν τουσ οφθαλμουσ αυτου εισ τον ουρανον και ειπεν πατερ εληλυθεν η ωρα δοξασον σου τον υιον ινα και ο υιοσ σου δοξαση σε
Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ,
2 καθωσ εδωκασ αυτω εξουσιαν πασησ σαρκοσ ινα παν ο δεδωκασ αυτω δωσει αυτοισ ζωην αιωνιον (aiōnios g166)
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. (aiōnios g166)
3 αυτη δε εστιν η αιωνιοσ ζωη ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλασ ιησουν χριστον (aiōnios g166)
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. (aiōnios g166)
4 εγω σε εδοξασα επι τησ γησ το εργον ετελειωσα ο δεδωκασ μοι ινα ποιησω
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω·
5 και νυν δοξασον με συ πατερ παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι
καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 εφανερωσα σου το ονομα τοισ ανθρωποισ ουσ δεδωκασ μοι εκ του κοσμου σοι ησαν και εμοι αυτουσ δεδωκασ και τον λογον σου τετηρηκασιν
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν·
7 νυν εγνωκαν οτι παντα οσα δεδωκασ μοι παρα σου εστιν
νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσίν·
8 οτι τα ρηματα α δεδωκασ μοι δεδωκα αυτοισ και αυτοι ελαβον και εγνωσαν αληθωσ οτι παρα σου εξηλθον και επιστευσαν οτι συ με απεστειλασ
ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
9 εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκασ μοι οτι σοι εισιν
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσίν,
10 και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοισ
καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
11 και ουκετι ειμι εν τω κοσμω και ουτοι εν τω κοσμω εισιν και εγω προσ σε ερχομαι πατερ αγιε τηρησον αυτουσ εν τω ονοματι σου ω δεδωκασ μοι ινα ωσιν εν καθωσ ημεισ
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.
12 οτε ημην μετ αυτων εν τω κοσμω εγω ετηρουν αυτουσ εν τω ονοματι σου ουσ δεδωκασ μοι εφυλαξα και ουδεισ εξ αυτων απωλετο ει μη ο υιοσ τησ απωλειασ ινα η γραφη πληρωθη
ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
13 νυν δε προσ σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν αυτοισ
νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.
14 εγω δεδωκα αυτοισ τον λογον σου και ο κοσμοσ εμισησεν αυτουσ οτι ουκ εισιν εκ του κοσμου καθωσ εγω ουκ ειμι εκ του κοσμου
ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
15 ουκ ερωτω ινα αρησ αυτουσ εκ του κοσμου αλλ ινα τηρησησ αυτουσ εκ του πονηρου
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
16 εκ του κοσμου ουκ εισιν καθωσ εγω εκ του κοσμου ουκ ειμι
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
17 αγιασον αυτουσ εν τη αληθεια σου ο λογοσ ο σοσ αληθεια εστιν
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
18 καθωσ εμε απεστειλασ εισ τον κοσμον καγω απεστειλα αυτουσ εισ τον κοσμον
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
19 και υπερ αυτων εγω αγιαζω εμαυτον ινα και αυτοι ωσιν ηγιασμενοι εν αληθεια
καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
20 ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευοντων δια του λογου αυτων εισ εμε
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
21 ινα παντεσ εν ωσιν καθωσ συ πατερ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν εν ωσιν ινα ο κοσμοσ πιστευση οτι συ με απεστειλασ
ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
22 και εγω την δοξαν ην δεδωκασ μοι δεδωκα αυτοισ ινα ωσιν εν καθωσ ημεισ εν εσμεν
κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·
23 εγω εν αυτοισ και συ εν εμοι ινα ωσιν τετελειωμενοι εισ εν και ινα γινωσκη ο κοσμοσ οτι συ με απεστειλασ και ηγαπησασ αυτουσ καθωσ εμε ηγαπησασ
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
24 πατερ ουσ δεδωκασ μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην εδωκασ μοι οτι ηγαπησασ με προ καταβολησ κοσμου
πατήρ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25 πατερ δικαιε και ο κοσμοσ σε ουκ εγνω εγω δε σε εγνων και ουτοι εγνωσαν οτι συ με απεστειλασ
πατήρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
26 και εγνωρισα αυτοισ το ονομα σου και γνωρισω ινα η αγαπη ην ηγαπησασ με εν αυτοισ η καγω εν αυτοισ
καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

< Κατα Ιωαννην 17 >