< Ιακωβου 5 >

1 αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριαισ υμων ταισ επερχομεναισ
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
2 ο πλουτοσ υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν
ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
3 ο χρυσοσ υμων και ο αργυροσ κατιωται και ο ιοσ αυτων εισ μαρτυριον υμιν εσται και φαγεται τασ σαρκασ υμων ωσ πυρ εθησαυρισατε εν εσχαταισ ημεραισ
ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
4 ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο απεστερημενοσ αφ υμων κραζει και αι βοαι των θερισαντων εισ τα ωτα κυριου σαβαωθ εισεληλυθασιν
ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσελήλυθαν.
5 ετρυφησατε επι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμων ωσ εν ημερα σφαγησ
ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
6 κατεδικασατε εφονευσατε τον δικαιον ουκ αντιτασσεται υμιν
κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν.
7 μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυριου ιδου ο γεωργοσ εκδεχεται τον τιμιον καρπον τησ γησ μακροθυμων επ αυτον εωσ λαβη υετον πρωιμον και οψιμον
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
8 μακροθυμησατε και υμεισ στηριξατε τασ καρδιασ υμων οτι η παρουσια του κυριου ηγγικεν
μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
9 μη στεναζετε κατ αλληλων αδελφοι ινα μη κριθητε ιδου ο κριτησ προ των θυρων εστηκεν
μὴ στενάζετε κατ’ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
10 υποδειγμα λαβετε αδελφοι μου τησ κακοπαθειασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν τω ονοματι κυριου
ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
11 ιδου μακαριζομεν τουσ υπομενοντασ την υπομονην ιωβ ηκουσατε και το τελοσ κυριου ιδετε οτι πολυσπλαγχνοσ εστιν και οικτιρμων
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.
12 προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον ητω δε υμων το ναι ναι και το ου ου ινα μη εισ υποκρισιν πεσητε
Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
13 κακοπαθει τισ εν υμιν προσευχεσθω ευθυμει τισ ψαλλετω
Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
14 ασθενει τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτον αλειψαντεσ αυτον ελαιω εν τω ονοματι του κυριου
ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου·
15 και η ευχη τησ πιστεωσ σωσει τον καμνοντα και εγερει αυτον ο κυριοσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω
καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16 εξομολογεισθε αλληλοισ τα παραπτωματα και ευχεσθε υπερ αλληλων οπωσ ιαθητε πολυ ισχυει δεησισ δικαιου ενεργουμενη
ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17 ηλιασ ανθρωποσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτουσ τρεισ και μηνασ εξ
Ἠλείας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
18 και παλιν προσηυξατο και ο ουρανοσ υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτησ
καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ἔδωκεν ὑετὸν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
19 αδελφοι εαν τισ εν υμιν πλανηθη απο τησ αληθειασ και επιστρεψη τισ αυτον
Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
20 γινωσκετω οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθοσ αμαρτιων
γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

< Ιακωβου 5 >