< Προς Εβραιους 11 >

1 εστιν δε πιστισ ελπιζομενων υποστασισ πραγματων ελεγχοσ ου βλεπομενων
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
2 εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3 πιστει νοουμεν κατηρτισθαι τουσ αιωνασ ρηματι θεου εισ το μη εκ φαινομενων τα βλεπομενα γεγονεναι (aiōn g165)
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. (aiōn g165)
4 πιστει πλειονα θυσιαν αβελ παρα καιν προσηνεγκεν τω θεω δι ησ εμαρτυρηθη ειναι δικαιοσ μαρτυρουντοσ επι τοισ δωροισ αυτου του θεου και δι αυτησ αποθανων ετι λαλειται
Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
5 πιστει ενωχ μετετεθη του μη ιδειν θανατον και ουχ ευρισκετο διοτι μετεθηκεν αυτον ο θεοσ προ γαρ τησ μεταθεσεωσ αυτου μεμαρτυρηται ευηρεστηκεναι τω θεω
Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός. πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ·
6 χωρισ δε πιστεωσ αδυνατον ευαρεστησαι πιστευσαι γαρ δει τον προσερχομενον τω θεω οτι εστιν και τοισ εκζητουσιν αυτον μισθαποδοτησ γινεται
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον θεῷ, ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7 πιστει χρηματισθεισ νωε περι των μηδεπω βλεπομενων ευλαβηθεισ κατεσκευασεν κιβωτον εισ σωτηριαν του οικου αυτου δι ησ κατεκρινεν τον κοσμον και τησ κατα πιστιν δικαιοσυνησ εγενετο κληρονομοσ
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8 πιστει καλουμενοσ αβρααμ υπηκουσεν εξελθειν εισ τον τοπον ον ημελλεν λαμβανειν εισ κληρονομιαν και εξηλθεν μη επισταμενοσ που ερχεται
Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9 πιστει παρωκησεν εισ γην τησ επαγγελιασ ωσ αλλοτριαν εν σκηναισ κατοικησασ μετα ισαακ και ιακωβ των συγκληρονομων τησ επαγγελιασ τησ αυτησ
πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 εξεδεχετο γαρ την τουσ θεμελιουσ εχουσαν πολιν ησ τεχνιτησ και δημιουργοσ ο θεοσ
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
11 πιστει και αυτη σαρρα δυναμιν εισ καταβολην σπερματοσ ελαβεν και παρα καιρον ηλικιασ ετεκεν επει πιστον ηγησατο τον επαγγειλαμενον
Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
12 διο και αφ ενοσ εγεννηθησαν και ταυτα νενεκρωμενου καθωσ τα αστρα του ουρανου τω πληθει και ωσ η αμμοσ η παρα το χειλοσ τησ θαλασσησ η αναριθμητοσ
διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 κατα πιστιν απεθανον ουτοι παντεσ μη λαβοντεσ τασ επαγγελιασ αλλα πορρωθεν αυτασ ιδοντεσ και ασπασαμενοι και ομολογησαντεσ οτι ξενοι και παρεπιδημοι εισιν επι τησ γησ
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς·
14 οι γαρ τοιαυτα λεγοντεσ εμφανιζουσιν οτι πατριδα επιζητουσιν
οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
15 και ει μεν εκεινησ εμνημονευον αφ ησ εξηλθον ειχον αν καιρον ανακαμψαι
καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
16 νυν δε κρειττονοσ ορεγονται τουτ εστιν επουρανιου διο ουκ επαισχυνεται αυτουσ ο θεοσ θεοσ επικαλεισθαι αυτων ητοιμασεν γαρ αυτοισ πολιν
νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 πιστει προσενηνοχεν αβρααμ τον ισαακ πειραζομενοσ και τον μονογενη προσεφερεν ο τασ επαγγελιασ αναδεξαμενοσ
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 προσ ον ελαληθη οτι εν ισαακ κληθησεται σοι σπερμα
πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
19 λογισαμενοσ οτι και εκ νεκρων εγειρειν δυνατοσ ο θεοσ οθεν αυτον και εν παραβολη εκομισατο
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 πιστει περι μελλοντων ευλογησεν ισαακ τον ιακωβ και τον ησαυ
πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21 πιστει ιακωβ αποθνησκων εκαστον των υιων ιωσηφ ευλογησεν και προσεκυνησεν επι το ακρον τησ ραβδου αυτου
πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 πιστει ιωσηφ τελευτων περι τησ εξοδου των υιων ισραηλ εμνημονευσεν και περι των οστεων αυτου ενετειλατο
πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 πιστει μωυσησ γεννηθεισ εκρυβη τριμηνον υπο των πατερων αυτου διοτι ειδον αστειον το παιδιον και ουκ εφοβηθησαν το διαταγμα του βασιλεωσ
Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 πιστει μωυσησ μεγασ γενομενοσ ηρνησατο λεγεσθαι υιοσ θυγατροσ φαραω
πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 μαλλον ελομενοσ συγκακουχεισθαι τω λαω του θεου η προσκαιρον εχειν αμαρτιασ απολαυσιν
μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26 μειζονα πλουτον ηγησαμενοσ των αιγυπτου θησαυρων τον ονειδισμον του χριστου απεβλεπεν γαρ εισ την μισθαποδοσιαν
μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 πιστει κατελιπεν αιγυπτον μη φοβηθεισ τον θυμον του βασιλεωσ τον γαρ αορατον ωσ ορων εκαρτερησεν
πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
28 πιστει πεποιηκεν το πασχα και την προσχυσιν του αιματοσ ινα μη ο ολοθρευων τα πρωτοτοκα θιγη αυτων
πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 πιστει διεβησαν την ερυθραν θαλασσαν ωσ δια ξηρασ ησ πειραν λαβοντεσ οι αιγυπτιοι κατεποθησαν
πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 πιστει τα τειχη ιεριχω επεσεν κυκλωθεντα επι επτα ημερασ
πίστει τὰ τείχη Ἱερειχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31 πιστει ρααβ η πορνη ου συναπωλετο τοισ απειθησασιν δεξαμενη τουσ κατασκοπουσ μετ ειρηνησ
πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
32 και τι ετι λεγω επιλειψει γαρ με διηγουμενον ο χρονοσ περι γεδεων βαρακ τε και σαμψων και ιεφθαε δαυιδ τε και σαμουηλ και των προφητων
Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
33 οι δια πιστεωσ κατηγωνισαντο βασιλειασ ειργασαντο δικαιοσυνην επετυχον επαγγελιων εφραξαν στοματα λεοντων
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 εσβεσαν δυναμιν πυροσ εφυγον στοματα μαχαιρασ ενεδυναμωθησαν απο ασθενειασ εγενηθησαν ισχυροι εν πολεμω παρεμβολασ εκλιναν αλλοτριων
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35 ελαβον γυναικεσ εξ αναστασεωσ τουσ νεκρουσ αυτων αλλοι δε ετυμπανισθησαν ου προσδεξαμενοι την απολυτρωσιν ινα κρειττονοσ αναστασεωσ τυχωσιν
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ετεροι δε εμπαιγμων και μαστιγων πειραν ελαβον ετι δε δεσμων και φυλακησ
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ελιθασθησαν επρισθησαν επειρασθησαν εν φονω μαχαιρασ απεθανον περιηλθον εν μηλωταισ εν αιγειοισ δερμασιν υστερουμενοι θλιβομενοι κακουχουμενοι
ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 ων ουκ ην αξιοσ ο κοσμοσ εν ερημιαισ πλανωμενοι και ορεσιν και σπηλαιοισ και ταισ οπαισ τησ γησ
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 και ουτοι παντεσ μαρτυρηθεντεσ δια τησ πιστεωσ ουκ εκομισαντο την επαγγελιαν
καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 του θεου περι ημων κρειττον τι προβλεψαμενου ινα μη χωρισ ημων τελειωθωσιν
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

< Προς Εβραιους 11 >