< Προς Κολοσσαεις 4 >

1 οι κυριοι το δικαιον και την ισοτητα τοισ δουλοισ παρεχεσθε ειδοτεσ οτι και υμεισ εχετε κυριον εν ουρανοισ
οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ.
2 τη προσευχη προσκαρτερειτε γρηγορουντεσ εν αυτη εν ευχαριστια
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
3 προσευχομενοι αμα και περι ημων ινα ο θεοσ ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
4 ινα φανερωσω αυτο ωσ δει με λαλησαι
ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
5 εν σοφια περιπατειτε προσ τουσ εξω τον καιρον εξαγοραζομενοι
Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6 ο λογοσ υμων παντοτε εν χαριτι αλατι ηρτυμενοσ ειδεναι πωσ δει υμασ ενι εκαστω αποκρινεσθαι
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7 τα κατ εμε παντα γνωρισει υμιν τυχικοσ ο αγαπητοσ αδελφοσ και πιστοσ διακονοσ και συνδουλοσ εν κυριω
Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
8 ον επεμψα προσ υμασ εισ αυτο τουτο ινα γνω τα περι υμων και παρακαλεση τασ καρδιασ υμων
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
9 συν ονησιμω τω πιστω και αγαπητω αδελφω οσ εστιν εξ υμων παντα υμιν γνωριουσιν τα ωδε
σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
10 ασπαζεται υμασ αρισταρχοσ ο συναιχμαλωτοσ μου και μαρκοσ ο ανεψιοσ βαρναβα περι ου ελαβετε εντολασ εαν ελθη προσ υμασ δεξασθε αυτον
Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν,
11 και ιησουσ ο λεγομενοσ ιουστοσ οι οντεσ εκ περιτομησ ουτοι μονοι συνεργοι εισ την βασιλειαν του θεου οιτινεσ εγενηθησαν μοι παρηγορια
καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12 ασπαζεται υμασ επαφρασ ο εξ υμων δουλοσ χριστου παντοτε αγωνιζομενοσ υπερ υμων εν ταισ προσευχαισ ινα στητε τελειοι και πεπληρωμενοι εν παντι θεληματι του θεου
ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
13 μαρτυρω γαρ αυτω οτι εχει ζηλον πολυν υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14 ασπαζεται υμασ λουκασ ο ιατροσ ο αγαπητοσ και δημασ
ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
15 ασπασασθε τουσ εν λαοδικεια αδελφουσ και νυμφαν και την κατ οικον αυτου εκκλησιαν
ἀσπάσασθε τοὺς ἐν Λαοδικίᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.
16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικαιων εκκλησια αναγνωσθη και την εκ λαοδικειασ ινα και υμεισ αναγνωτε
καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικίας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβεσ εν κυριω ινα αυτην πληροισ
καὶ εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 ο ασπασμοσ τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρισ μεθ υμων αμην
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ ὑμῶν.

< Προς Κολοσσαεις 4 >