< Πραξεις 19 >

1 εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εισ εφεσον και ευρων τινασ μαθητασ
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
2 ειπεν προσ αυτουσ ει πνευμα αγιον ελαβετε πιστευσαντεσ οι δε ειπον προσ αυτον αλλ ουδε ει πνευμα αγιον εστιν ηκουσαμεν
εἶπέν τε πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, Ἀλλ᾽ οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν.
3 ειπεν τε προσ αυτουσ εισ τι ουν εβαπτισθητε οι δε ειπον εισ το ιωαννου βαπτισμα
εἶπέν τε, Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, Εἰς τὸ Ἰωάνου βάπτισμα.
4 ειπεν δε παυλοσ ιωαννησ μεν εβαπτισεν βαπτισμα μετανοιασ τω λαω λεγων εισ τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εισ τον χριστον ιησουν
εἶπεν δὲ Παῦλος, Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τουτέστιν εἰς τὸν Ἰησοῦν.
5 ακουσαντεσ δε εβαπτισθησαν εισ το ονομα του κυριου ιησου
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
6 και επιθεντοσ αυτοισ του παυλου τασ χειρασ ηλθεν το πνευμα το αγιον επ αυτουσ ελαλουν τε γλωσσαισ και προεφητευον
καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
7 ησαν δε οι παντεσ ανδρεσ ωσει δεκαδυο
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8 εισελθων δε εισ την συναγωγην επαρρησιαζετο επι μηνασ τρεισ διαλεγομενοσ και πειθων τα περι τησ βασιλειασ του θεου
εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.
9 ωσ δε τινεσ εσκληρυνοντο και ηπειθουν κακολογουντεσ την οδον ενωπιον του πληθουσ αποστασ απ αυτων αφωρισεν τουσ μαθητασ καθ ημεραν διαλεγομενοσ εν τη σχολη τυραννου τινοσ
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
10 τουτο δε εγενετο επι ετη δυο ωστε παντασ τουσ κατοικουντασ την ασιαν ακουσαι τον λογον του κυριου ιησου ιουδαιουσ τε και ελληνασ
τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
11 δυναμεισ τε ου τασ τυχουσασ εποιει ο θεοσ δια των χειρων παυλου
δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
12 ωστε και επι τουσ ασθενουντασ επιφερεσθαι απο του χρωτοσ αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τασ νοσουσ τα τε πνευματα τα πονηρα εξερχεσθαι απ αυτων
ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
13 επεχειρησαν δε τινεσ απο των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τουσ εχοντασ τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντεσ ορκιζομεν υμασ τον ιησουν ον ο παυλοσ κηρυσσει
ἐπε χείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες, Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει.
14 ησαν δε τινεσ υιοι σκευα ιουδαιου αρχιερεωσ επτα οι τουτο ποιουντεσ
ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
15 αποκριθεν δε το πνευμα το πονηρον ειπεν τον ιησουν γινωσκω και τον παυλον επισταμαι υμεισ δε τινεσ εστε
ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;
16 και εφαλλομενοσ επ αυτουσ ο ανθρωποσ εν ω ην το πνευμα το πονηρον και κατακυριευσαν αυτων ισχυσεν κατ αυτων ωστε γυμνουσ και τετραυματισμενουσ εκφυγειν εκ του οικου εκεινου
καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ᾽ αὐτούς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 τουτο δε εγενετο γνωστον πασιν ιουδαιοισ τε και ελλησιν τοισ κατοικουσιν την εφεσον και επεπεσεν φοβοσ επι παντασ αυτουσ και εμεγαλυνετο το ονομα του κυριου ιησου
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἔπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ,
18 πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντεσ τασ πραξεισ αυτων
πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19 ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντεσ τασ βιβλουσ κατεκαιον ενωπιον παντων και συνεψηφισαν τασ τιμασ αυτων και ευρον αργυριου μυριαδασ πεντε
ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
20 ουτωσ κατα κρατοσ ο λογοσ του κυριου ηυξανεν και ισχυεν
οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
21 ωσ δε επληρωθη ταυτα εθετο ο παυλοσ εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εισ ιερουσαλημ ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.
22 αποστειλασ δε εισ την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτοσ επεσχεν χρονον εισ την ασιαν
ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 εγενετο δε κατα τον καιρον εκεινον ταραχοσ ουκ ολιγοσ περι τησ οδου
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ·
24 δημητριοσ γαρ τισ ονοματι αργυροκοποσ ποιων ναουσ αργυρουσ αρτεμιδοσ παρειχετο τοισ τεχνιταισ εργασιαν ουκ ολιγην
Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
25 ουσ συναθροισασ και τουσ περι τα τοιαυτα εργατασ ειπεν ανδρεσ επιστασθε οτι εκ ταυτησ τησ εργασιασ η ευπορια ημων εστιν
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν,
26 και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασησ τησ ασιασ ο παυλοσ ουτοσ πεισασ μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
27 ου μονον δε τουτο κινδυνευει ημιν το μεροσ εισ απελεγμον ελθειν αλλα και το τησ μεγαλησ θεασ ιερον αρτεμιδοσ εισ ουθεν λογισθηναι μελλειν δε και καθαιρεισθαι την μεγαλειοτητα αυτησ ην ολη η ασια και η οικουμενη σεβεται
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη [ἡ] Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28 ακουσαντεσ δε και γενομενοι πληρεισ θυμου εκραζον λεγοντεσ μεγαλη η αρτεμισ εφεσιων
ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
29 και επλησθη η πολισ ολη τησ συγχυσεωσ ωρμησαν τε ομοθυμαδον εισ το θεατρον συναρπασαντεσ γαιον και αρισταρχον μακεδονασ συνεκδημουσ παυλου
καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30 του δε παυλου βουλομενου εισελθειν εισ τον δημον ουκ ειων αυτον οι μαθηται
Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
31 τινεσ δε και των ασιαρχων οντεσ αυτω φιλοι πεμψαντεσ προσ αυτον παρεκαλουν μη δουναι εαυτον εισ το θεατρον
τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32 αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειουσ ουκ ηδεισαν τινοσ ενεκεν συνεληλυθεισαν
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
33 εκ δε του οχλου προεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδροσ κατασεισασ την χειρα ηθελεν απολογεισθαι τω δημω
ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 επιγνοντεσ δε οτι ιουδαιοσ εστιν φωνη εγενετο μια εκ παντων ωσ επι ωρασ δυο κραζοντων μεγαλη η αρτεμισ εφεσιων
ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
35 καταστειλασ δε ο γραμματευσ τον οχλον φησιν ανδρεσ εφεσιοι τισ γαρ εστιν ανθρωποσ οσ ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν τησ μεγαλησ θεασ αρτεμιδοσ και του διοπετουσ
καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;
36 αναντιρρητων ουν οντων τουτων δεον εστιν υμασ κατεσταλμενουσ υπαρχειν και μηδεν προπετεσ πρασσειν
ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
37 ηγαγετε γαρ τουσ ανδρασ τουτουσ ουτε ιεροσυλουσ ουτε βλασφημουντασ την θεον υμων
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
38 ει μεν ουν δημητριοσ και οι συν αυτω τεχνιται εχουσιν προσ τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοισ
εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοι εἰσίν· ἐγκαλείτωσαν ἀλλήλοις.
39 ει δε τι περι ετερων επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40 και γαρ κινδυνευομεν εγκαλεισθαι στασεωσ περι τησ σημερον μηδενοσ αιτιου υπαρχοντοσ περι ου ου δυνησομεθα δουναι λογον τησ συστροφησ ταυτησ
καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.
41 και ταυτα ειπων απελυσεν την εκκλησιαν
Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

< Πραξεις 19 >