< Προς Κορινθιους Β΄ 8 >

1 γνωριζομεν δε υμιν αδελφοι την χαριν του θεου την δεδομενην εν ταισ εκκλησιαισ τησ μακεδονιασ
Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
2 οτι εν πολλη δοκιμη θλιψεωσ η περισσεια τησ χαρασ αυτων και η κατα βαθουσ πτωχεια αυτων επερισσευσεν εισ τον πλουτον τησ απλοτητοσ αυτων
ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·
3 οτι κατα δυναμιν μαρτυρω και υπερ δυναμιν αυθαιρετοι
ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
4 μετα πολλησ παρακλησεωσ δεομενοι ημων την χαριν και την κοινωνιαν τησ διακονιασ τησ εισ τουσ αγιουσ
μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους
5 και ου καθωσ ηλπισαμεν αλλ εαυτουσ εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματοσ θεου
καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλὰ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
6 εισ το παρακαλεσαι ημασ τιτον ινα καθωσ προενηρξατο ουτωσ και επιτελεση εισ υμασ και την χαριν ταυτην
εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
7 αλλ ωσπερ εν παντι περισσευετε πιστει και λογω και γνωσει και παση σπουδη και τη εξ υμων εν ημιν αγαπη ινα και εν ταυτη τη χαριτι περισσευητε
ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
8 ου κατ επιταγην λεγω αλλα δια τησ ετερων σπουδησ και το τησ υμετερασ αγαπησ γνησιον δοκιμαζων
οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
9 γινωσκετε γαρ την χαριν του κυριου ημων ιησου χριστου οτι δι υμασ επτωχευσεν πλουσιοσ ων ινα υμεισ τη εκεινου πτωχεια πλουτησητε
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
10 και γνωμην εν τουτω διδωμι τουτο γαρ υμιν συμφερει οιτινεσ ου μονον το ποιησαι αλλα και το θελειν προενηρξασθε απο περυσι
καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
11 νυνι δε και το ποιησαι επιτελεσατε οπωσ καθαπερ η προθυμια του θελειν ουτωσ και το επιτελεσαι εκ του εχειν
νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
12 ει γαρ η προθυμια προκειται καθο εαν εχη τισ ευπροσδεκτοσ ου καθο ουκ εχει
εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἂν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
13 ου γαρ ινα αλλοισ ανεσισ υμιν δε θλιψισ αλλ εξ ισοτητοσ εν τω νυν καιρω το υμων περισσευμα εισ το εκεινων υστερημα
οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλῖψις, ἀλλ’ ἐξ ἰσότητος· ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα,
14 ινα και το εκεινων περισσευμα γενηται εισ το υμων υστερημα οπωσ γενηται ισοτησ
ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης·
15 καθωσ γεγραπται ο το πολυ ουκ επλεονασεν και ο το ολιγον ουκ ηλαττονησεν
καθὼς γέγραπται, ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
16 χαρισ δε τω θεω τω διδοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια τιτου
Χάρις δὲ τῷ θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
17 οτι την μεν παρακλησιν εδεξατο σπουδαιοτεροσ δε υπαρχων αυθαιρετοσ εξηλθεν προσ υμασ
ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
18 συνεπεμψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινοσ εν τω ευαγγελιω δια πασων των εκκλησιων
συνεπέμψαμεν δὲ τὸν ἀδελφὸν μετ’ αὐτοῦ, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν
19 ου μονον δε αλλα και χειροτονηθεισ υπο των εκκλησιων συνεκδημοσ ημων συν τη χαριτι ταυτη τη διακονουμενη υφ ημων προσ την αυτου του κυριου δοξαν και προθυμιαν ημων
οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν,
20 στελλομενοι τουτο μη τισ ημασ μωμησηται εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων
στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν·
21 προνοουμενοι καλα ου μονον ενωπιον κυριου αλλα και ενωπιον ανθρωπων
προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
22 συνεπεμψαμεν δε αυτοισ τον αδελφον ημων ον εδοκιμασαμεν εν πολλοισ πολλακισ σπουδαιον οντα νυνι δε πολυ σπουδαιοτερον πεποιθησει πολλη τη εισ υμασ
συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
23 ειτε υπερ τιτου κοινωνοσ εμοσ και εισ υμασ συνεργοσ ειτε αδελφοι ημων αποστολοι εκκλησιων δοξα χριστου
εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
24 την ουν ενδειξιν τησ αγαπησ υμων και ημων καυχησεωσ υπερ υμων εισ αυτουσ ενδειξασθε εισ προσωπον των εκκλησιων
τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

< Προς Κορινθιους Β΄ 8 >